Commentarii in Psalmos · §u44-rem-close

Unit 44 rem close

Rem CLOSEOUT: Unit 44 CLOSEOUT.

Greek

καὶ ἐπαινετῶς. "ἐξέλιπον καὶ ἀπήλθοσαν" ἢ "ἐξέκλιναν" –καὶ οὕτω γὰρ φέρεται–. ἡ ἔκλειψις αὕτη ψεκτή ἐστιν. "ἐξέλιπεν ἡ πίστις ἐκ τοῦ στόματος αὐτῶν". καὶ αὕτη ψεκτή ἐστιν. ἐὰν δὲ ἐκλείψῃ τις ἀπιστίαν καὶ κακίαν, οὔκ ἐστιν ψεκτὴ ἡ ἔκλειψις αὕτη. λέγεται γοῦν· "ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ θεοῦ μου". ὅταν πόθον λάβῃ τῶν αὐλῶν τοῦ κυρίου τῶν "ἐν τῇ οἰκίᾳ τοῦ πατρός", ἐκλείπει καθὸ ψυχή ἐστιν, ἀποβάλλει τὸ ψυχικὸν εἶναι, πνευματικὸς γίνεται. 12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. οὐκ ἐλέγχεις εἰ μὴ ἀνομήσω. ὑπὲρ ἀνομίας ἐλέγχων παιδεύεις ἄνθρωπον. ποιεῖς αὐτὸν γνῶναι ὅτι ἄνθρωπός ἐστιν, ὅτι λογικός ἐστιν, ὅτι κατ' εἰκόνα τοῦ θεοῦ ἐστιν. καὶ οὕτω παιδεύεται ἐλεγχθείς. μακάριόν γέ ἐστιν μὴ ὀργῇ παιδευθῆναι, ἀλλ' ἐν ἐλεγμοῖς· ἐλέγαμεν γάρ· "τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". ὁ ἔλεγχος δὲ οὗτος ἀπόδειξίς ἐστιν καὶ φανέρωσις. οὐ πάνυ τι ἐν τῇ γραφῇ κεῖται ἐπαινετῶς ὁ ἔλεγχος ἢ σπανίως, ἰδοὺ ὡς τό· "τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται". οἱ ἐκτὸς δὲ τὴν ἀπόδειξιν ἔλεγχον 189 λέγουσιν· "ἐλέγχει τὴν ἐναντιότητα". ἀμέλει λέγουσιν ὅτι ἔλεγχός ἐστιν συλλογισμὸς ἀντιφάσεως. φέρε εἰπεῖν, τιθέσθω τις ὅτι· "τὸ πράττειν φαῦλόν ἐστιν" λέγομεν̣ ὁ´̣τι· "ο῾̣ σ̣ώφρων πράττει. πᾶν δὲ ὃ πράττει ὁ σώφρων, ἀγαθόν ἐστιν". καὶ γέγονεν ἔλεγχος ἀντιφάσεως. πάλιν λεγέτω τι̣ς̣ ὅτι· "τὸ ἀδικεῖν ἐπωφελές ἐστιν"· εἰσὶν γὰρ δόξαν τοιαύτην ἔχοντες, ὅτι ὠφελητική ἐστιν ἡ ἀδικία, μᾶλλον ἡ δικαιοσύνη βλαπτική ἐστιν. "ὁ δὲ δίκαιος", φησίν, "οὐκ αὐξάνει πλοῦτον, ὁ δὲ ἄδικος πληθύνει χρήματα". ποιοῦμεν οὖν ἔλεγχον ἀντιφάσεως τοιοῦτον ὅτι· "ἡ ἀδικία ἀπαγορευτέα ἐστίν. πᾶν τὸ ἀπαγορευτέον βλαβερόν. ἡ ἄρα ἀδικία βλαβερά. τὸ βλαβερὸν οὐκ ἐπωφελές. ἡ ἄρα ἀδικία οὐκ ἐπωφελής". γέγονεν ἀντιφάσεως συλλογισμός, καὶ οὗτος ὁ συλλογισμὸς ὁ τῆς ἀντιφάσεως καλεῖται ἔλεγχος. οὐχ ὡς νῦν γὰρ διαλέγονται, οἱ διαλεγόμενοι οἱ πρότερον ἐποίουν τοῦτο. διὸ σοφισταὶ μᾶλλόν εἰσιν ἢ διαλεκτικοί. σκοπὸν ἔχουσιν νεικῆσαι καὶ τίθενται ἐριστικὰς προτάσεις, ἃς κ̣ρατοῦσιν καὶ ἐνμένουσιν ἐν αὐταῖς. ὁ δὲ ἀληθῶς διαλεκτικὸς ἐπεὶ εἰς ἑκάτερα ἐπιχειρεῖ–ἐστὶν δὲ τ̣ὸ ἕτερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές–, ἐκ τῆς εἰς ἄλληλα ἐπιχειρήσεως οἶδεν, ποῖον τὸ ἀληθὲς καὶ ποῖον τ̣ὸ ψ̣ευδε´̣ς̣. καὶ αὐτὸ δὲ τὸ ἀληθὲς φαίνεται ἐκ τοῦ δειχθῆναι τὸ ψευδές, ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. 12 καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ. 279 ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ ἐξέτηξας, τὴν ψυχὴν αὐτοῦ καθ' ἣν ψυχικός ἐστιν. περί τινος φαύλου λέγεται ἢ φαύλης· "ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο". ὅταν τις ἀπὸ ψυχῆς ἀναπλάσῃ, φέρε, ἑαυτῇ προφητείας ἢ ὡσανεὶ δόγματα εὐσεβείας, "ἐν ἐπιθυμίαις ψυχῆς πνευματοφορεῖται". οὐκ ἐν πνεύματι ἁγίῳ πνευματοφορεῖται. ἐν ἄλλῳ γοῦν βιβλίῳ τὴν διαφορὰν εἶπον ὅτι· σάρκινός ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ κατὰ σάρκα στρατευόμενος, ὁ ταῖς ἐπιθυμίαις εἴκων τῆς σαρκός, ὁ πεπραμένος ὑπὸ τὴν σάρ̣κα, ὁ γενόμενος σάρκινος καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. πνευματι̣κὸς δ̣ὲ ἄνθρωπός ἐστιν ὁ ὑπεραναβὰς τὴν τοῦ ψυχικοῦ κατάστασιν, ὅταν τὰ πάντα ὑπὸ ἁγίου πνεύματος καὶ θεοφορῆται καὶ π̣οιῶν καὶ πράττῃ. ψυχικὸς δέ ἐστιν ὁ μηδὲ σάρκινος ὢν μηδὲ πνευματικός. καὶ τάχα οἱ τοῦ κόσμου σοφοὶ πάντες εἰσὶν τοιοῦτοι. νομίζουσιν αὐθέκαστοι εἶναι κατὰ τὰ τῆς ψυχῆς ἑαυτῶν κινήματα καὶ νοήματα. καὶ διὰ τοῦτο οὐ δέχονται τὰ τοῦ πνεύματος· ἐπεὶ γὰρ τὰ ἑαυτῶν προκρίνουσιν καὶ τὴν ἑαυτῶν νόησιν νομίζουσιν εἶναι μεγάλη̣ν, οὐ δέχονται τὰ τοῦ πνεύματος μωρίαν αὐτὰ ἡγούμενοι· καὶ γάρ εἰσίν τινες καὶ αἱρέσεις ὅλαι συνεστῶσαι καὶ παρ' Ἕλλησιν καὶ παρὰ Χριστιανοῖς εἰσιν αἱ λέγουσαι ὅτι αἱ ἀλληγορίαι μωρίαι εἰσίν, ἀναπλάσματά εἰσιν. καὶ τὰ περὶ τῶν νοητῶν θεωρήματα λέγουσιν ψεύδη εἶναι, ἅτε δὴ πάντα σώματα νομίζοντες καὶ αἰσθητὰ εἰ῀̣ναι. οὗτοι οὖν ψυχικοὶ ἄνθρωποί εἰσιν οὐ δεχόμενοι τὰ τοῦ πνεύματος αὐθεκάστους ἑ αυτοὺς ἡγούμενοι εἶναι καὶ δυναμ̣ένους παρ' αὐτῶν θεωρεῖν τὰ πάντα. τὴν ψυχὴν οὖν αὐτοῦ τὴν τοιαύτην, οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν κατάστασιν καθ' ἣν ψυχή ἐστιν, ἐξέτηξας κατὰ τὴν ἀράχνην. ἡ ἀράχνη δὲ πάνυ οὕτως ἀσθενής ἐστιν ὡς λέγεσθαι· "ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον". τὸ εὐανάτρεπτον τοῦ κατασκευάσματος τοῦ ζῴου τοῦ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.