Commentarii in Psalmos Unit 45 opening
Unit 45.
Lemma-led open — μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται
Greek
καλουμένου ἀράχνου λέγει εἶναι ἔκτηξιν ψυχῆς. ὅταν ἐκτακῇ ἡ ψυχή, καὶ ἐπ' ὠφελίᾳ αὐτῆς γίνεται ἡ ἔκτηξις αὕτη· ἀσθενεῖ γὰρ ἐν αὐτῇ τὸ ἀραχνῶδες, καὶ λοιπὸν ἀποδείκνυται ἔξω κακίας. τοῦ ἀνθρώπου οὖν τούτου ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν τοῦ ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐλεγχομένου. 12 πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. πάντες οἱ ἄνθρωποι οἱ ἔξω τῆς παιδεύσεως τοῦ θεοῦ καὶ τῶν ἐλεγμῶν μάτην ταράσσονται. οὗτος δὲ κἂν ταραχθῇ ἐλεγχόμενος, κἂν ἐκτηκομένης τῆς ψυχῆς αὐτοῦ κατὰ τὴν ἀράχνην, οὐ μάτην τοῦτο πάσχει· μεταβολὴν γὰρ δέχεται ἐπὶ τὰ κρείττονα. εἰ δέ τις οὕτω ψιλὸς ἄνθρωπος εἴη μὴ ὑπὸ παίδευσιν, μὴ ὑπὸ ἐλεγμοὺς 190 ὑπάρχων, μάτην ταράττεται κατὰ τὸ ἔνπροσθεν εἰρημένον· "μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται". ὁ μὴ βουλόμενος ταράσσεσθαι, ἀλλὰ ἀταραξίαν ἔχειν, θεὸς γίνεται δεξάμενος τὸν τοῦ θεοῦ λόγον· "ἐκείνους" γὰρ "θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". καὶ οὐ ταράττονται οὗτοι ματαίως, ἀλλὰ καὶ ἐὰν ὀλισθῆναι συμβῇ ἢ προπάθειαν γενέσθαι, λέ γου̣σιν· "ἐταράχθην καὶ οὐκ ἐλάλησα". μέχρι προπαθείας ἵσταται αὐτῶν ἡ ταραχή. ἐπερ · ἀφ' ἑαυτῶν ταράττονται; –ὁτὲ μὲν ἀφ' ἑαυτῶν ταράττονται, ὁτὲ δὲ ἀπό τινων ἀπαντώντων. 13 εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου καὶ τῆς δεήσεώς μου. δοκεῖ ἑτέρα εἶναι ἡ δέησις τῆς προσευχῆς. ἐκεῖνος δέησιν ἀναπέμπει ὁ γνοὺς ἑαυτὸν δεόμενον καὶ ἐνλιπῆ, ἵνα πληρωθῇ. ὁ δὲ προσευχόμενος ἔχει μὲν καὶ τοῦτο τὸ εἶδος, αἰτεῖ δὲ ἐνίοτε καὶ ἀγαθῶν τῶν ὑπεράνω ὕπαρξιν. ὁ αἰτούμενος παρὰ θεοῦ τι λαβεῖν ἤτοι ὃ μὴ ἔχει, αἰτεῖται λαβεῖν ἢ ὃ ἔχει, ἵνα παραμείνῃ αὐτῷ. κυρίως αὕτη προσευχή ἐστιν· αἴτησίς ἐστιν ἀναπεμπομένη μετὰ τοῦ θεολογεῖν τὸν εὐχόμενον τὸν ᾧ τὴν προσευχὴν ἀναπέμπει. ὅταν λέγῃ· "κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν". "προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου. κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ". ἰδοὺ αὕτη προσευχή ἐστιν. ὅταν δε´̣ τινα αἰτῆται μόνα τὰ ὧν λείπεται ἐνδεὴς ὤν, δέησίς ἐστιν ἡ ἀναπεμπομένη ὡσαν̣ε̣ι`̣ εὐχή. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· οἱ σωματικώτερα αἰτούμενοι δέονται οἷον ὑγείαν. πλοῦτον, τὰ ἄλλα. ὡς ἐνδεεῖς 280 ὄντες δ̣ε`̣ π̣ολλάκ̣ις τούτων ἀξιοῦσιν αὐτὰ λαβεῖν. ὁ δὲ τὴν πληρότητα βουλόμενος ἔχειν· "προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου· κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐνγίζειν τὰ ἔτη οὐ γνωσθήσῃ"· ἰδοὺ αὕτη προσευχή ἐστιν. "κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν". ἐπεὶ καὶ ὡς ἐνλιπὴς αἰτοῦμαί τινα δοθῆναί μοι–ἔτι γὰρ ἀκμὴν ὑπὸ παίδευσίν εἰμι–, εἰσάκουσον τῆς δεήσεώς μου. ἐπειδὴ δὲ μέλλω τ̣υχεῖν ὧν ἐνλιπής εἰμι, πλήρης γενάμενος αἰτῶ μείζονα, αἰτῶ ἐπουράνια καὶ λέγω ὅτι· "πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου"–μὴ ὡς ἐνλιπὴς τοῦτο αἰτεῖται–. "ἐλθάτω ἡ βασιλεία σου". ποίησον αὐτὴν ἐλθεῖν. τότε δὲ ἔρχεται, ὁ´̣τ̣αν κατ' ἐνέργειαν ἡμῶν ὁ θεὸς βασιλεύῃ. 13 ἐνώτισαι τῶν δακρύων μου. θεωρῶν ἐμαυτὸν ἐνλιπῆ δακρύω ποιω῀̣ν ἐκείνην καὶ κατασκευάζων "τὴν λύπην τὴν κατὰ θεὸν εἰς μετάνοιαν εἰς σωτηρίαν ἐργαζομένην" καθ' ἣν λέγω· "λούσω καθ' ἑκάστην νύκταν τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω". ἐπειδὴ δὲ καὶ ὁ ἀπολειπόμενος τῆς τελείας καὶ ἄκρας ἀρετῆς–, πάλιν ὀλοφύρεται λέγων· "οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν", καὶ πάλιν· "ἔθου τὰ δάκρυά μου ἐναντίον σου ὡς ἐν τῇ ἐπαγγελίᾳ σου". θεωρεῖς· "ὡς ἐν τῇ ἐπαγγελίᾳ ἔθου τὰ δάκρυά μου". ποῖα δέ ἐστιν δάκρυα ἢ τὰ τῶν κλαιόντων, ἵνα γελάσωσιν; "μακάριοι" γὰρ "οἱ κλαίοντες νῦν ὅτι γελάσονται". οὗτοι ἔθεντο τὰ δάκρυα ὡς ἐν τῇ ἐπαγγελίᾳ, ἵνα γελάσωσιν, ἵνα πληρωθῶσιν "χαρᾶς
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.