Commentarii in Psalmos · §u44-rem-early

Unit 44 rem early

Rem early: Unit 44; lemma and argument toward the thesis.

Greek

οὐκέτι εἰσίν. ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν. κἂν ἀποθάνῃ δέ, ἔτι ζῇ. ἢ οὕτως· ζῶν ἄνθρωπος ο῾̣ μὴ ἔξω γινόμενος τῆς ἀνθρωπίνης ζωῆς καὶ αὐτὸς ματαιότης ἐστίν, ἵν' ᾖν οὖν οὕτως· "πλὴν τὰ σύνπαντα ματαιότης καὶ πᾶς ἄνθρωπος ζῶν". ἢ οὕτως· "πλὴν τὰ σύνπαντα ματαιότης, ὁ δὲ ἄνθρωπος ζῶν ἐστιν". ἐπερ · ἡ οὐσία; –κἂν ζῇ ὁ ἄνθρωπος ἑτέρως ἢ ὡς ἂν ζήσαιεν θνητός, ὡς πρὸς τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς θείας ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ, τῆς πηγῆς τῆς ζωῆς, οὐθέν ἐστιν. τὰ μικρὰ καὶ τὰ οὐθὲν μικρότερα λεγόμενα τ̣ῶν πρός τί ἐστιν. οὐκ ἔχει δὲ περιωρισμένον ποσὸν τὸ μικρόν· ἀναφορᾷ γὰρ τῇς πρὸς τὸ μεῖζον λέγεται. λέγομεν οὖν μεῖζον ἐνίοτε τὸ παλαιστιαῖον τοῦ δακτυλιαίου. ἀμέλει γοῦν ἔχεις ἐν κατηγορίαις μικρὸν ὄρος καὶ μεγάλην κέγχρον. 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. εἶπον ὅτι περὶ τῶν ἄλλων παρὰ τὸν ἄνθρωπον λέγει, ὅτι "πάντα ματαιότης ἐστίν". μόνος ο῾̣ ἄνθρωπος ζῶν ἐστιν. ἔχει δὲ πλέον τι τῶν ἄλλων. ἀθάνατον ψυχὴν ἔχει. ὅμως εἰ καὶ ζῶν ἐστιν, ἀλλ' οὐκ ἀεὶ ταύτην τὴν κ̣ίνησιν ἔχει· "μέντοιγε", γάρ, φησίν, "ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος". οὐκ εἶπεν εἰ ἐπαινετῇ ἢ ψεκτῇ· ἀλλ' οἵως ἐάν τις διαπορεύηται, οἵως ἐὰν ἐνεργῇ, ἐν εἰκόνι τινί ἐστιν. καὶ γενικώτερον λαμβάνοντι λεκτέον, ὅτι ἢ τῇ τοῦ ἐπουρανίου ἢ τῇ τοῦ χοικοῦ. παρίσταται δὲ ἐκ τῆς τοιαύτης λέξεως ὅτι αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος· εἰ γὰρ ἐκ κατασκευῆς ἦν ἀγαθός, ἐν τῇ τοῦ ἐπουρανίου ἀεὶ ἐπορεύετο, εἰ κατ' οὐσίαν ἦν κακός, ἐν τῇ τοῦ χοικοῦ. δυνατὸν δὲ ταύτας τὰς γενικὰς εἰκόνας εἰς εἴδη διαιρῆσαι. καὶ λέγω ὅτι ὁ μὲν ἐν εἰκόνι ἀλώπεκος, ἄλλος ἐν εἰκόνι λέοντος, καὶ ἵππος θηλυμανής τις γινόμενος ἄλλην φέρων εἰκόνα, καὶ ἕτερος ἐν εἰκόνι περιστερᾶς, πλὴν "ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος". 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται. ἀλλ' οἱ φαῦλοι μάτην ταράσσονται. "πλὴν μάτην ταράσσονται". καὶ λέγει λοιπὸν τὴν ταραχὴν τὴν ματαίαν, ὅτι ἡ περὶ τὰ ἀνθρώπινα σπουδὴ αὕτη ἐστίν. "θησαυρίζει" γοῦν "καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά". 7 θησαυρίζει καὶ οὐ γιγνώσκει τίνι συνάγει αὐτά. ἐν τῷ ἐκκλησιαστῇ φανερῶς ἐλέχθη ὅτι· "οὐκ οἶδεν εἰ σοφὸς ἔσται" ὁ 187 διάδοχος τῶν ὑπαρχόντων αὐτοῦ "ἢ ἄφρων". καὶ πολλάκις ἃ ἐθησαύρισέν τις, καταλιμπάνει. ἐνίοτε δὲ καὶ ἐνιαυτοῦ περιόντος εἰς ἄλλους ἐκεῖνα μεταπίπτει. διὸ οὐ δεῖ σπουδάζειν περὶ τὸ οὕτω θησαυρίζειν· "οὐκ ὠφελήσουσιν" γὰρ "θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου". δικαιοσύνην ἄρα τὴν ῥυομένην ἐκ θανάτου καὶ παντὸς ἄλλου κακοῦ θησαυριστέον. θησαυρίζεται δὲ ἐν οὐρανῷ ὁ πλοῦτος οὗτος. "μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανῷ"· ἐπεὶ γὰρ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ὁ νοῦς ἐστιν "καρδία" ὀνομαζόμενος, ἐν οὐρανῷ θησαυριστέον, ἵν' ἐκεῖ τὸν νοῦν ἔχωμεν, καὶ παραιτητέον ἐν τῇ γῇ θησαυρίζειν, ἵνα μὴ ἐκεῖ τὴν διάνοιαν σχῶμεν. λέγεται περί τινων· "οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν". ὁ ἐν εἰκόνι οὖν διαπορευόμενος ἄνθρωπος θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά· ἄδηλον γάρ ἐστιν αὐτῷ ὅ, τι μετελεύσεται. διὸ ὁ σπουδαῖος ἀκούει θησαυρίζειν ἐν οὐρανοῖς. ἔχει ἀποκείμενον τὸν πλοῦτον ἐν ἔργοις ἀγαθοῖς. τοῦτό τοι καὶ Παῦλος ἐπιστέλλει Τιμοθέῳ· "τοῖς πλουσίοις τοῦ αἰῶνος τούτου παράγγελλε μὴ ὑψηλὰ φρονεῖν ἐπὶ πλούτῳ, ἀλλὰ ἐπὶ τῷ θεῷ τῷ παρέχοντι πάντα". λεκτέον καὶ περὶ ψεκτοῦ πλούτου, οἷον τῆς αἱρεθικῆς γνώμης τῶν δογμάτων τῶν ἀθέων. καὶ ὁ ταῦτα θησαυρίζων οὐκ οἶδεν τίνι συνάγει αὐτά. ἄλλῳ δὲ αὐτὸν καταλιμπάνει· μέχρι γὰρ τῆς παρούσης ζωῆς ἔχει τὴν ἐπαγγελίαν "ἡ ψευδώνυμος 277 γνῶσις"· ἐπιλαμψάσης γὰρ τῆς ἀληθείας λύεται καὶ ἀφανίζεται. ἐπερ · "μέντοιγε ἐν εἰκόνι"; –εἰ καὶ πᾶς ἄνθρωπος ζῶν ἐστιν, ἀλλ' οὐκ ἀπαραβάτως ἐν τῷ ζῆν τῷ ἐπαινετῷ ἐστιν· εἰ γὰρ ἔμενεν ἐν τῇ ἀληθινῇ εἰκόνι τῇ πρώτῃ καθ' ἣν ἐδημιουργήθη, οὐκ ἐταράττετο, οὐ μάτην ἐθησαύριζεν. μέντοιγε, εἰ καὶ γέγονεν ζῶν, ἐν εἰκόνι διαπορεύεται· οὐ πάντως δὲ τῇ πρώτῃ, ἀλλὰ ἁπαξαπλῶς ἐν εἰκόνι· οὐδέποτε γὰρ τὸ λογικὸν ζῷον δύναται ἔξω τοῦ κατὰ λόγον ἐνεργεῖν γενέσθαι. ἐνεργῶν δὲ πάντως ἢ ἐπαινετῶς ἢ ψεκτῶς ἐνεργεῖ, καὶ τάδε τινὰ φρονῶν καὶ πράττων καὶ τάδε τινά. ἐπερ · "πλὴν μάτην ταράσσονται"; –πολλάκις ἤδη ἐλέχθη ἡμῖν ὅτι αἱ μεταβολα̣ὶ οὕτως γινόμεναι ἔχουσίν τινα διαφοράν. τότε ὅταν μὴ ταύτην τὴν εἰκόνα φυλάττωσιν καθ' ἣν γεγόνασιν, πλῆθός εἰσιν οἱ μάτην

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.