Unit 45 rem early
Rem early: Unit 45; lemma and argument toward the thesis.
Greek
ἀνεκλαλήτου καὶ δεδοξασμένης". 13 μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. μὴ παρασιωπήσῃς εὐχομένου μου, δεομένου, κλαίοντος καὶ δάκρυα φέροντος τοιαῦτα, ἃ "οἱ σπείροντες ἐν ἀγαλλιάσει θεριοῦσιν". "μὴ παρασιωπήσῃς" οὖν, ἀλλ' ἐπινεύσας δὸς ἃ ᾐτησάμην· ἡ γὰρ παρασιώπησις ἐνίοτε μελλησμὸν καὶ μακροθυμίαν σημαίνει, ἐνίοτε δὲ καὶ μακροθυμίαν, ὅταν ἐπὶ ἁμαρτήμασιν γίνηται· "ταῦτα ἐποίησας, καὶ ἐσίγησα". ἀντὶ τοῦ "οὐκ ἀνταπέδωκά σοι". εἰ ἤμην κάτοικος, οὐδὲ ἐτόλμων αἰτήσασθαι καὶ προσεύξασθαι. κάτοικοι δέ εἰσιν οἱ ὑπεύθυνοι κακίᾳ καὶ ἀσεβεία. λέγεται γοῦν ἐν Ἰηρεμίᾳ· "ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". οὐκ "ἐπὶ τοὺς παροικοῦντας". καὶ ἐν τῇ ἀποκαλύψει Ἰωάννου τρὶς ἑξῆς λέγεται· "οὐαὶ οὐαὶ οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". εἰ ἤμην 191 οὖν κάτοικος, οὐκ ἂν εἶπον· "μὴ παρασιωπήσῃς". 13 καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ὁ πάροικος καὶ παρεπίδημος αὐτός ἐστιν. Παῦλος γοῦν ἐν τῇ κατ' Ἑβραίους ἐπιστολῇ κατάλογον ποιησάμενος πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων εἶπεν αὐτοὺς παροίκους καὶ παρεπιδήμους. οὐδεὶς ἐκείνων κάτοικος, οὐδεὶς ἔνδημός ἐστιν, ἀλλὰ παρεπίδημος. ἄλλοθεν ἐλήλυθεν εἰς τὸν τόπον τοῦτον, οὐχ ὧδε γεγέννηται. οἱ κατὰ ἀρετὴν πατέρες οὖν πάντες πάροικοι ἦσαν ἐν τῇ γῇ καὶ παρεπίδημοι, ὡς οἱ πατριάρχαι κ̣αὶ ἄλλοι γεννήσαντες κατὰ θείαν παίδευσιν, οἷον προφῆται, διδάσκαλοι, νομοθέται. 14 ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. ἀνάψυξιν ὧδε ἐπαινετὴν λέγει τὴν ἰσοδυναμοῦσαν τῇ· "κατατρύφησον τοῦ κυρίου". "εὗρον ἀναψυχὴν ἐμαυτῷ", λέγει ὁ Ἐφρέμ. ἐκείνη δὲ ψεκτή ἐστιν ἡ ἀναψυχή. ἀναψύχει οὖν τις ἐπαινετῶς, ὅταν τῆς ἀρετῆς ἀπολαύῃ, ὅταν "κατατρυφήσῃ τοῦ κυρίου", ὅταν ἔνφασιν καὶ ἔννοιαν λάβῃ τοῦ "παραδείσου τῆς τρυφῆς". ἐπεὶ τοίνυν λείπει μοι πολλά–διὰ τοῦτο γὰρ δέησιν ἀναπέμπω, ἵνα τῶν λειπόντων π̣ληρωθῶ· τοῦτο γὰρ καὶ ἐν ἀρχῇ τοῦ ψαλμοῦ εἶπεν· "γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ". ὅταν γνῷ τὰ ὑστεροῦντα καὶ ταῦτα κτήσηται, ταῦτα γεωργήσ̣ιμα σχῇ, ἀναψύχει. τοῦτο οὖν λέγει ὅτι· ἄνες μοι μένειν ἐν τῇ ζωῇ ταύτῃ, ἵνα παιδευθεὶς ἀναψύξω, πρ̣ὶν̣ ἀπέλθω̣ ἐκ τοῦ βίου τούτου καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. οὐ τοῦτο λέγει ὅτι· "οὐχ ὑπ281 άρξω", ἀλλὰ τοιοῦτος, οἷος βούλομαι εἶναι· οὐ γὰρ εἰς ἀνυπαρξίαν χωρεῖ ἡ ψυχή, ἀλλὰ ἄκουε· καταλλήλως τοῖς λέγουσιν ἐκλαμβάνειν δεῖ τοὺς λόγους. ἐὰν ὁ δίκαιος λέγῃ καὶ ὁ σοφὸς κατὰ θεόν· "πάντα σπουδάζω ἵνα πλουτήσω", μὴ περὶ τὸν αἰσθητὸν πλοῦτον ἐκλάμβανε τὸ λεγόμενον. ἐὰν δὲ ἄλλος ᾖ τις ἢ πραγματευτὴς ἢ ἰατρὸς . καὶ οὗτος οὖν ὁ ἅγιος σοφός ἐστιν. λέγει γοῦν "οὐκ ἄλλον ἔχειν ὑπομονὴν ἢ τὸν κύριον καὶ τὴν ὑπόστασιν παρ' αὐτοῦ". οὗτος οὖν ὁ σοφὸς κἂν τοῦτο λ̣έγῃ ὅτι· ἄνες με ζῆν ἠλπικότα ἐν ταύτῃ μόνῃ τῇ ζωῇ, ἵνα ἀναψύξω φαγὼν καὶ πιὼν κατὰ τό· "φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν", ἀλλὰ κατάλληλον τῷ προσώπῳ καὶ τὴν ἀναψυχὴν δεῖ λαβεῖν καὶ τὸ "ἄνες μοι" καὶ τὸ "μηκέτι ὑπάρχειν". ἀθάνατός ἐστιν ὁ λέγων. ἐὰν οὖν λέγῃ· "οὐκέτι ὑπάρξω", οὐ τοῦτο λέγει ὅτι· "εἰς τὴν παντελῆ φθορὰν χωρῶ, εἰς ἀνυπαρξίαν καταστρέφω", ἀλλά· "οὐκέτι ὑπάρχω οὕτως ὡς εὔχομαι ὑπαρχθῆνα̣ι̣". "πρὸ τοῦ με" οὖν "ἀπελθεῖν" οὕτως, ἀπελθεῖν τοῦ βίου, "καὶ οὐκέτι ὑπάρξω" ὡς ηὐξάμην γενέσθαι. ἐὰν λέγῃ ἁμαρτωλὸς ὅτι· "νουθέτησόν με, παίδευσόν με, ἵνα μηκέτι ὑπάρξω"–μὴ γὰρ ἵνα εἰς τὴν παντελῆ φθορὰν χωρήσῃ. 1–2 εἰς τὸ τέλος· τῷ ∆αυὶδ ψαλμός. ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι. ὁ προ̣κ̣είμενος ψαλμὸς ῥηθείη ἂν καὶ ὑπὸ παντὸς ἁγίου τοῦ καρτερῶς καὶ μεγαλοψύχως διαγαγόντος τὸν βίον καὶ ὑπὸ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ· λέξεις γὰρ ἀπ' αὐτοῦ ὁ ἀπόστολος λαβὼν ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ αὐτὰς ἐξε̣ίληφεν εἰρημένας. αὐτὸ τοῦτο ὅλως· "θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας", ἕως· "ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ". ἐστὶν δὲ μονοπρόσωπος ὁ ψαλμός. τὸ αὐτὸ πρόσωπον τὸ ἀρξάμενον μέχρι τοῦ τέλους τοῦ ψαλμοῦ ἀπαγγέλλει καὶ ψάλλει. λέγει οὖν εὐχαριστικῶς πρὸς τὸν θεόν· "ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου". τὸ "ὑπομένων ὑπέμεινα" τοιαύτην ἔχει διάνοιαν, ὡς εἴ τις λέγοι· "ἰατρικῶς ἰάτρευσα, γραμματικῶς ἔγραψα". εἰσὶν ὑπομένοντες οὐχ ὑπομενητικῶς, ἀλλὰ ἢ ὑπὸ πολλῆς ἀναισθησίας ἢ ἐνίοτε διὰ φιλοδοξίαν. λέγει γοῦν ὁ ἀπόστολος· "οὐ μὴ παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι". ἕνεκα ἐπαίνου
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.