Unit 46 rem early
Rem early: Unit 46; lemma and argument toward the thesis.
Greek
ἀριθμόν. οἶδας ὅτι ἐὰν μή τι νοήσωμεν ὡς δεῖ καὶ θελήσωμεν αὐτὸ ἄλλῳ ἀπαγγεῖλαι, πῶς ποτε λέγομεν οὕτω καὶ οὕτω, ὅταν ἐπιστώμεθα ὅτι οὐ περιεδραξάμεθα οὗ ἠθελήσαμεν εἰπεῖν. καὶ οὗτος οὖν λέγει· "ἀπήγγειλα καὶ ἐλάλησα". ἐπεὶ τῶν διαλογισμῶν σου οὐδεὶς ὅμοιός ἐστιν, "ἀπήγγειλα καὶ ἐλάλησα". δύναται δὲ καὶ οὕτω λαβεῖν· "ἀπήγγειλα" κατὰ τὴν διάθεσιν, κατὰ τὴν νόησιν, καὶ "ἐλάλησα" αἰσθητῶς κατὰ τὴν προφοράν· πρῶτον γὰρ δεῖ νοη῀̣σαι, εἶθ' οὕτως εἰπεῖν. ἐπερ · "ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν"; –οἱ διαλογισμοί, οἷς οὐδεὶς ὁμοιοῦται. 7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. λοιπὸν λέγει· "ἀνήγαγές με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, κατηύθυνας τὰ διαβήματά μου". ὅσον ἐπὶ τοῖς χριστηρίοις τούτοις λόγοις καὶ ταῖς ἔτι μ̣ε̣ι´̣ζ̣οσιν ε̣ὐεργεσίαις ἔδει θῦσαι καὶ ὁλοκαυτῶσαι τῷ θεῷ. ἀλλ' οὐκ ἠθέλησας τὰ αἰσθητὰ 285 ὁλοκαυτώματα, τὰς θυσίας τὰς σωματικὰς τὰς ἐκ σφαγῆς ζῴων καὶ τῶν ἄλλων, τὰ σκιώδη. 7 σῶμα κατηρτίσω μοι. ἀντὶ τούτων. ἑρμήνευσεν οὖν ὁ ἀπόστολος, ὅτι τοῦτο τὸ σῶμα ἡ λογικὴ καὶ ἀναίμακτός ἐστιν θυσία. ὅταν οὖν μείζων τις εὑρεθῇ θυσία, τότε τὰς προτέρας οὐκέτι θέλει· οὔκ εἰσιν αὐτῷ θεληταί. μὴ ταραττέτω σε τὸ τῶν ∆ιμοιριτῶν· λέγουσιν γάρ· "ὁρᾷς ὅτι σῶμα"; –μὴ γὰρ ὁ λέγων ὅτι· "σῶμά μοι κατηρτίσω", τοῦτο λέγει ὅτι "μόνον"· καὶ γὰρ ὁ τέλειον ἄνθρωπον ἔχων ἔχει σῶμα, ἀλλ' οὐ μόνον. μονοπρόσωπον δὲ εἶπον ἐξ ἀρχῆς τὸν ψαλμόν· ἀπὸ γὰρ τῆς ἀρχῆς ἕως τοῦ τέλους τὸ αὐτὸ λέγον πρόσωπον εἰσῆκτα̣ι. ὥσπερ οὖν ἐνταῦθα εἶπεν· "σῶμα δὲ κατηρτίσω μοι", καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ· "οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν". ἰδοὺ καὶ ψυχὴν ἔχει, ἰδοὺ καὶ σῶμα. ἐπειδὴ δὲ περὶ αἰσθητῶν θυσιῶν διαδεχθεισῶν ὑπὸ τοῦ πνεύματος ὁ λόγος ἐστ̣ίν, εἶπεν τὴν διαδεχομένην θυσίαν. οὐχ ἡ ψυχὴ δέ ἐστιν ἡ κατὰ τοῦτο τὸ σημαινόμενον θυσία γενομένη, ἀλλὰ τὸ σῶμα. εὖ δὲ καὶ τὸ οὐκ "ἐξηρτίσω", ἀλλὰ αὐτὸς αὐτὸ "κατηρτίσω", "πνεύματος ἁγίου ἐπελθόντος" ἐν τῇ Μαρίᾳ "καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτῇ". διὰ τοῦτο οὐκ ἠθέλησας οὐκέτι ἐκείνας τὰς θυσίας καὶ προσφοράς, ἐπεὶ "σῶμά μοι κατηρτίσω" τὸ μέλλον θυθῆναι ὑπὲρ πάντων. καὶ τοῦτο δύναται λέγεσθαι· διὰ τοῦτο θυσίαν καὶ προσφορὰν̣ οὐκ ἠθέλησας, ἐπεὶ κατηρτίσω ἡμῖν σῶμα, ὅπερ ἱερουργεῖν καὶ θύειν σοι δυνάμεθα· "παρακαλῶ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν, παραστῆσαι τὰ σώματα λογικὴν θυσίαν". ἐν ἄλλοις κεῖται· "ὠτία δὲ κατηρτίσω μοι". ὁ εἷς μὲν οὖν ἑρμηνεύων τοῦτο λέγει ὅτι· ἐπεὶ αἰσθητὴν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, "ὠτία μοι κατηρτίσω", δ̣ι' ὧν ἀκούω τὰ περὶ τῶν δηλουμένων ὑπὸ τῶν αἰσθητῶν, οἷον τῆς νοητῆς θυσίας τῆς αἰνέσεως· "θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως". εἰς ἀκρόασίν με λοιπὸν καλεῖς, οὐκέτι αἰσθητὰ ἱερουργούμενα ζητεῖς, ἵν' ᾖ τὸ λεγ̣όμενον ὅμοιον τῷ· "ἡ παιδεία κυρίου διανοίγει μου τὰ ὦτα". ὁ ἄμουσος ἄνθρωπος οὐκ ἔχει ὠτίον πρὸς τὸ ἀκοῦσαι μουσικῶν λόγων. καὶ ἄλλος δὲ εἶπεν τῶν ἑρμηνευτῶν· "ὠτία δέ μοι ἔσκαψας", ἐπεὶ τη`̣ν ἀμ̣βλύτητα αὐτῶν περιεῖλες, τὸ ἐμποδίζον τῇ ἀκοῇ περιεῖλες. ἐπερ · ἐπὶ τοῦ Ἰησοῦ πῶς λαμβάνομεν; –εἶπον ὅτι αἱ 196 ἀλληγορίαι οὐκ ἐξομαλίζονται πρὸς τὰς ἱστορίας. καὶ πολλάκις τὸ τοῦ Ἀβραὰμ καὶ τῶν δύο γυναικῶν παρ̣είληφα. εἶπόν σοι ὅτι οὔκ ἐστιν ἄτρεπτος οὐσία ἡ ψυχὴ τοῦ Ἰησοῦ. ὁμοούσιός ἐστιν ταῖς ἄλλαις καὶ πᾶν ὃ ἔχει καλόν, παρὰ τοῦ θεοῦ λόγου ἔχει αὐτό. ἐπεὶ τοίνυν ἔχει καὶ τὸ ἀκούειν καλῶς, παρὰ τοῦ σωτῆρος ἔχει αὐτό. τῷ χ̣ρ̣ω̣μένῳ αὐτῇ ναῷ ὑπῆρκται. 7 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. οὐδὲ ἐζήτησας οὐδὲ εὐδόκησας ἔτι τὰ τῆς σκιᾶς. "τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμί. ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν οὐ βούλομαι". 8 τότε εἶπον· ἰδοὺ ἥκω. τότε ἐγὼ ᾧ σῶμα κατηρτίσω, εἶπον· "ἰδοὺ ἥκω", ἀντὶ τοῦ· ἐπεὶ σκοπὸς τῆς ἐπιδημίας αὐτοῦ οὗτός ἐστιν τὸ τὴν σκιὰν τέλος ἀπολαβεῖν, τὸ μηκέτι θυσίας καὶ ὁλοκαυτώμ̣α̣τα προσάγεσθαι, ἥκω ἐγώ, ἵνα πληρώσω τὴν θυσίαν ὁλοκαύτωμα γενησόμενος. 8 ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. κεφαλὴ βιβλίου λέγεται "πᾶσα ἡ θεόπνευστος γραφή"· τὸ γὰρ κεφάλαιον τῆς γραφῆς ἡ περὶ Χριστοῦ ἐστιν πολιτεία. κατὰ δεύτερ̣ον̣ λόγον καὶ περὶ ἄλ̣λων λεγέσθω· εἰ μὴ γὰρ ἤμελλεν ἡ ἐπιδημία γίνεσθαι, οὐκ ἂν αἱ παλαιαὶ γραφαὶ π̣ρο̣ανεφώνουν τὸ εὐαγγέλιον. ἐπερ · ἐπὶ τῆς πεντατεύχου τοῦτο ἐγράφη; –πᾶσαν γρ̣αφὴν λέγει βιβλίον εἶναι, οὗ ἐστιν̣ κεφαλὶς τὸ τέλος δι' ὃ αἱ γραφαὶ δέδονται, ἡ σωτηρία, ἡ ἐπιδημία. ἐπερ · ἡ γένεσις
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.