Commentarii in Psalmos · §u46-rem-mid

Unit 46 rem mid

Rem mid: Unit 46; lemma continues; reading with the letter.

Greek

οὖν τ̣οῦ κόσμου διὰ τοῦτο προιστορήθη; – ἵνα δεξιώσῃ τὴν γένεσιν τοῦ κόσμου ἐπὶ τῶν ἀνθρώπων, κα̣ὶ μετὰ ταύτ̣η̣ν τὴν γένεσιν τῶν ἀνθρώπων, 286 ἵνα χώραν λάβῃ ἡ ἐπιδημία. "ἀμνός" ἐστιν "τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". τὸ λεχθῆναι ὅτι ὁ Ἀδὰμ παρέβη "διὰ παρακοῆς" καὶ ὁ σωτὴρ "δι' ὑπακοῆς" δεδικαίωται, οὐ τὴν ἀναφορὰν ποιεῖται περὶ τοῦ σωτῆρος, ὅς ἐστιν τύπος τοῦ μέλλοντος, ἐπεὶ αὐτὸς ὁ Ἀδὰμ "τύπος τοῦ μέλλοντός ἐστιν"; "τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν". ὅτι δὲ οὐ πάντως, εἰ πεν λέγεται βιβλίον, ἐπὶ τῆς αἰσθήσεως δεῖ λαβεῖν αὐτό, ὁ Ἰεζεκιὴλ ἀκούει ὑπὸ τοῦ θεοῦ· "χάνον τὸ στόμα σου", καὶ ὁρᾷ ἐπὶ τῆς θεοῦ χειρὸς βιβλίον, καὶ λέγει ὅτι· "λάβε αὐτὸ καὶ φάγε, καὶ πλησθήσεται ἡ κοιλία σου". "καὶ ἔφαγον", φησίν, "καὶ ἐγένετο γλυκασμὸς ἐν τῇ κοιλίᾳ μου". καὶ λέγει· "τοῦτο τὸ βιβλίον γέγραπται ἔσωθεν καὶ ἔξωθεν". κατὰ τὰ πνευματικὰ καὶ νοητὰ ἔσω γέγραπται, κατὰ τὰ αἰσθητὰ καὶ προφανῆ ἔξω. πλὴν ὁ σοφὸς ἀμφότερα κατεσθίει καὶ εὑρίσκει συμφωνίαν τῶν τε συμβόλ̣ων καὶ τῶν πρωτοτύπων. καὶ ἐν Ἰσαίᾳ πάλιν λέγει· "καὶ ἔσται τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· λάβε, ἀνάγνωθι. λέγει· οὐ δύναμαι, ἐσφράγισται γάρ". ὁ δὲ ἀγράμματος λέγει· "οὐκ ἐπίσταμαι γράμματα". αἰτοῦντες ἐκεῖνος διέφερεν εἰ ἐσφράγιστο ἢ οὐκ ἐσφράγιστ̣ο. καὶ λαμβάνομεν πάλιν τὴν θεόπνευστον γραφήν, τὸν δὲ ἐπιστάμενον γράμματα καὶ μὴ δυνα´̣μενον ἀναγνῶναι διὰ τὰς ἐπικειμένας σφραγῖδας τὸν ἐκ περιτομῆς λαόν, τὸν δὲ μὴ ἐπιστάμενον γράμματα τὸν ἀπὸ τῶν ἐθνῶν. 9 τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἠβουλήθην. διὰ τοῦτο "εἶπον· ἰδοὺ ἥκω", ἐπεὶ τὸ θέλημα ἠβουλήθην σου ποιῆσαι μετὰ τὸ μὴ θελῆσαί σε θυσίαν καὶ προσφοράν. οἱ ψευδοδοξοῦντες περὶ τὸν Χριστὸν λέγουσιν ὅτι διάφορα θελήματά εἰσιν· καὶ γὰρ ἐνταῦθα λέγει· "ἥκω, βούλομαι ποιῆσαι τὸ θέλημά σου", ἐν τῷ εὐαγγελίῳ· "καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω ἀνθρώπινον θέλημα, ἀλλὰ τὸ τοῦ πέμψαντός με". διὰ τοὺς λέγοντας οὖν ὅτι δύο θελήματα, ἐροῦμεν ὅτι· τὰ διάφορα θελήματα γίνονται ἤτοι κατὰ τὸ μᾶλλον καὶ ἧττον ἢ κατ' ἐναντιότητα. ὁ προκόπτων ἐν ἀρετῇ θέλει δ̣ικαιοσύνην καὶ ὁ τελειωθείς, καὶ οὔκ ἐστιν τὸ τοῦ τελείου θέλημα ταὐτὸν τῷ προκόπτοντος ἢ εἰσαγομένου. γι´̣νε̣ται δὲ ἢ πληθὺς ἢ δυὰς τῶν θελημάτων κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, γίνεται δὲ καὶ κατ' ἐναντιότητα, ὅταν̣ ο῾̣ μέν τις ἀγαθὰ αἱρῆται, ὁ δὲ κακά, ὁ δὲ θέλῃ σωθῆναι, ὁ δὲ ἁμαρτεῖν. τὸ τοίνυν 197 τοιοῦτον θέλημα τῷ υἱῷ προσάψαι τὸ κ̣αὶ ἐναντιότητα ἔχον, ἐσχάτη ἐστὶν ἀσέβεια. εἶτα δὲ καὶ τὸ πρὸς τοὺς Μανιχαίους ποιοῦμαι. ποιητέον πρὸς τούτους· τὸ θέλημα τοῦ σωτῆρος εὑρίσκεται ἀγαθὸν ὄν· λέγει γὰρ καταβεβηκέναι ἀπὸ τοῦ οὐρανοῦ "ἵνα ποιῶ τὸ θέλημα τοῦ θεοῦ". τὸ δὲ ποιεῖν τὸ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν. καὶ πάλιν· "ἐλήλυθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός". καὶ πάλιν· "ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι". εἰ τοῦτο τοῦ υἱοῦ τὸ θέλημα, θέλει πάντα τὰ ἐπωφελῆ ····· ····· ··εομυχη. ἐναντίον δὲ ὂν αὐτῷ τὸ θέλημα τοῦ πατρός, σοὶ καταλιμπάνω τὸ ἀκόλουθον σκοπεῖν. εἰ δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν θελήμασιν ἐν διαθέσει εὑρίσκεται, ἔσται καὶ ὁ πατὴρ ἔχων διάθεσιν καὶ ὁ υἱός, τουτέστιν ποιότητα, καὶ οὐκέτι ἀσώματος ὁ πατήρ, οὔκ ἐστιν ἁπλη῀̣ οὐσί α, οὔκ ἐστιν ἀσύνθετος. οὐδὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ῥητέον οὐδὲ κατ' ἐναντιότητα· τὸ γὰρ τοῦ υἱοῦ θέλημα α᾿̣ποδείκνυται ὅτι ἀγαθόν ἐστιν. οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν ὅμως λέγει τοῦτο θέλημα αὐτοῦ εἶν̣αι τὸ τελειῶσαι τὸ θ̣έλ̣ημα τοῦ πατρός. οὐ θεμιτὸν δὲ κατὰ θεὸν εἰπεῖν. οὐδὲ ἐναντίον ἐστὶν οὐδὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον. περὶ ἄρα τοῦ ἀνθρώπου δεῖ ἐκλαβεῖν ταῦτα. 9 καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. ἐστὶν τροφὴ πνευματικὴ χωροῦσα εἰς τὴν κοιλίαν τοῦ ἔσ̣ω ἀνθρώπου. πνευματικὴ δὲ τροφή, παντί που δῆλον, ὁ νό287 μος· οὐδὲ γὰρ αἰσθητή ἐστιν τροφή. αὕτη δὲ ἡ κοιλία πολλάκις ἐπαινεῖται, καὶ ἐν τῷ· "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν". καὶ ὥσπ̣ερ αὕτη ἡ κοιλία ἐν γαστρὶ λαμβάνει ἀπὸ θείου πνεύματος–τοῦτο δέ ἐστιν ὁ τοῦ θεοῦ φόβος–, οὕτω καὶ θείαν τροφὴν δέχετ̣αι εἰς ἑαυτήν. μηκέτι θέλοντός σου θυσίαν ἢ προσφορὰν ἢ ὁλοκαυτώματα τὸν πνευματικὸν νόμον τροφὴν ἔσχον. 10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ. "μεγάλη ἐκκλησία" ἐστὶν ἡ ἐκ τῶν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.