Commentarii in Psalmos · §u47-open

Commentarii in Psalmos Unit 47 opening

Unit 47.

Lemma-led open — μὴ μακρύνῃς

Greek

οἰκτιρμοί σου, κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα". ἐὰν μακρυνθῶσιν οἱ οἰκτιρμοί, γίνεται πτωχεία. φυλάττεται ἐκεῖνος, ἀφ' οὗ οὐκ ἐμακρύνθησαν, πλούσιος· πλούσιος δὲ ἐν τῷ ε̣ἰληφέναι τὴν ἀλήθειαν̣ καὶ τὸ ἔλεος. 12 τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. οἰκτίροντός σου ἐμὲ ἀντελάβοντό μου τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου. "μὴ μακρύνῃς" οὐ῀̣ν̣ "τοὺς οἰκτιρμούς σου", ἵνα μείνῃ οὕτως α᾿̣ν̣τιλαμβανομένη ἡ ἀλήθειά σου καὶ τὸ σύνζυγον αὐτῇ ἔλεος. 13 ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός. διὰ τοῦτο "μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ", ὅτι κακὰ πολλὰ περιέσχον με οὐχ ὑποβαλλόμενα ἀριθμῷ ἤτοι διὰ τὸ πλῆθος–ἐὰν τὰ ἐπίπονα σημαίνηται, διὰ τὸ πλῆθος οὐκ ἔχουσιν ἀριθμόν. ἐὰν δὲ τὰ ἄλλα κακά, τὰ πρακτὰ περὶ ὧν εἴρηται· "ἐν γέλωτι ἄφρων πράττει κακά", οὔκ εἰσιν ἐν λόγῳ τινὶ ἢ ἀριθμῷ· οὐ γὰρ τῶν ὄντων εἰσίν, ἐπινοήματά εἰσιν ἀνθρώπων, π̣αραβάσεις̣ εἰσὶν θείων νόμων. τὸ διττὸν οὖν τῶν κακῶν λάμβανε σημαινόμενον. 13 κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. δυνατὸν δὲ καὶ οὕτω λαβεῖν· "ὅτι περιέσχον με κακὰ" οὐχ ὑποπίπτοντα ἀριθμῷ–ὡς εἴρηται νῦν, δύο τρόπους–, διὰ τοῦτο· "αἱ γὰρ ἀνομίαι μου κατέλαβόν με". ἀπὸ ἄλλης δὲ ἀρχῆς αὐτὸ ἀναγνωστέον, συναπτομένου τοῦ· "ὅτι περιέςχον με κακά"· "σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ", "ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός". ἀμφοτέρων οὖν ἡγείσθω· "τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου". ὧδε οὖν τοῦτο λέγει· ἀνομίας λέγει τὰς ἑ´̣ξε̣ων ε᾿̣νε̣ργητικ̣ὰς καὶ ὑποβαλλούσας 199 τὰς ἀνομίας δυνάμεις. "κατέλαβόν με" οὖν "αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν"· βλαπτικαὶ γάρ εἰσιν τῶν ὄψεων τοῦ νοῦ, ἀβλεψίαν παρέχουσιν τῷ ὄμματι τοῦ ἔσω ἀνθρώπου. ἐπεὶ οὖν κατέλαβόν με, οὐ δύναμαι βλέπειν. καὶ αὐτὰς δὲ τὰς ἕξεις δυνατὸν λαβεῖν. ἡ προτέρα δὲ ἐξήγησις ἔλαβεν τὰς ἐνεργούσας δυνάμεις. καὶ αὐταὶ κατέ289 λαβόν με, διώκουσαι ὑποχείριόν με ἔλαβον, καὶ διὰ τοῦτο οὐ δύναμαι ὁρᾶν· βλαπτικαὶ γὰρ τῶν ὄψεών εἰσιν αἱ ἀνομίαι τοῦ ἔσω ἀνθρώπου. 13 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐνκατέλιπέν με. ἐὰν θέλῃς αὐτὰς τὰς ἁμαρτίας, καταλαμβάνουσιν, ὅταν τις ὑποπέσῃ αὐταῖς καὶ ἁμαρτήσῃ· τοῦτο γὰρ παθὼν βλάπτεται τὸ διανοητικὸν τῆς ψυχῆς. ἐὰν δὲ καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, ὁμωνύμως καλοῦνται π̣ο̣λλάκις τῷ ὀνόματι τῆς ἕξεως. "καὶ ἡ καρδία μου ἐνκατέλιπέν με". ἐπεὶ αἱ ἀνομίαι αἱ καταλαβοῦσαί με καὶ ἀφελόμεναι τὸ βλέπειν μου "ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου ἐπληθύνθησαν", "ἐνκατέλειψέν με ἡ καρδία μου", οὐκε´̣τ̣ι ἔχω τὴν ἀνθρώπου καρδίαν τὴν σοφοῦ· ἡ τοῦ γὰρ λέγοντος ταῦτα καρδία σαρκίνη ἐστίν. ὅταν οὖν ἐνκαταλείψῃ τιν̣ὰ η῾̣ σ̣αρκίνη καρδία, λιθίνη γίνεται. 14 εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με. ἐπεὶ κατέλαβον αἱ ἀνομίαι καὶ βλέπειν οὐ δυ´̣ναμαι καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, "εὐδόκησον τοῦ ῥύσασθαί με", ἵνα μὴ μείνῃ ἡ καρδία ἐνκαταλελειμμένη. ἐὰν δὲ περὶ τῶν τριχῶν ταύτης τῆς κεφαλῆς ᾐ῀̣ν ὁ λό γος, ὑπερβολικῶς εἴρηκεν ε̣····· · ἐὰν γένωνται ἀνομίαι, οὐ δύνανται ὑπερβαλεῖν τὸ πλῆθος τω῀̣ν τριχῶν τῆς κεφαλῆς. ὑπερβολικῶς οὖν εἴρηται. ἐὰν δὲ μή, τοῦτο λέγει· αἱ γὰρ τρίχες τῆς κεφαλῆς μου, τουτε´̣στιν τὰ ἀναίσθη̣τα κ̣ινήματα τὰ μὴ τῷ ὄντι πρέποντα νῷ, τρίχες εἰσίν· τῶν γὰρ ἐν ἡμῖν ἀναισθήτων καὶ αἱ τρίχες εἰσὶν αἱ ἁπτ̣όμεναι. του῀̣τ̣ο̣ οὖν λέγει· καταλαβουσῶν τῶν ἀνομιῶν μου καὶ βλέπειν μη̣κέτι δυναμε´̣νου, ἐπληθύν̣θησαν αἱ τρίχες τῆς κεφαλῆς μου, τὰ ἀναισθήτως διανοούμενα, τὰ ἀνοήτως ἐνθυμούμεν̣α. διὰ τοῦτο ἡ καρδία μου, αὐτὸς ὁ νοῦς, ἐνκατέλιπέν με. οὐκέτι ἐμὸς νοῦς ἐστιν ὑποσυρεὶς ε̣ἰς ἁμαρτίαν. 14 κύριε, εἰς τὸ βοηθῆσαί μοι

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.