Commentarii in Psalmos · §u47-rem-early

Unit 47 rem early

Rem early: Unit 47; lemma and argument toward the thesis.

Greek

πρόσχες. αἰτῶ σε γὰρ εὐδοκῆσαι τοῦ ῥύσασθαι οὐκ ἄλλου χάριν ἢ ἵνα π̣ρόσχῃς τῷ βοηθῆσαί μοι. βοηθεῖς δέ μοι, ἐὰν ἐκτὸς τῶν κρατούντων πολεμίων με ποιήσῃς. 15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. ἔλεγον μονοπρόσωπον εἶναι τὸν ψαλμ̣όν. καὶ ἐὰν ἄνθρωπος ᾖν ὁ λέγων, περὶ ἀμφοτέρων δέησιν ἀναπέμπει περί τε τοῦ σώματος καὶ τῆς ψυχῆς. ἐα`̣ν οὖν "ὁ τοῦ ἀνθρώπου υἱός", ὁ ἐκ τῆς Μαρίας προεληλυθὼς ναός, λέγῃ ταῦτα, ἐροῦμεν πρὸς τοὺς λέγοντας σῶμα μόνον ἀνειληφέναι διὰ τοῦ τὸ εἰρῆσθαι· "σῶμα δὲ κατηρτίσω μοι", –ἰδοὺ καὶ τοῦτο λέγει, τὸ αὐτὸ δὲ πρόσωπόν ἐστιν τὸ ἀπ̣αγγέλλον. ἐντρέπονται καὶ αἰσχύνονται οἱ γνω῀̣σιν λαμβάνοντες τῆς ἀληθείας. 15 ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά. μέγα πρᾶγμά ἐστιν τὸ τὴν κακίαν εἰς τὰ ὀπίσω ἀποστραφῆναι· τὸ ἔνπροσθεν γὰρ ἐλαύνειν βλαβερόν ἐστιν. "εἰς τὰ ὀπίσω" οὖν "ἀποστραφείησαν" ὡ´̣στε μὴ αὐξῆσαι τὴν ὁδόν, μὴ ἐλάσαι ἐπὶ τὸ χεῖρον. 16 ἐνδυσάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε εὖγε. ἐστὶν εὐχόμενος περὶ ὧν λέγει "παραχρῆμα", ἵνα̣ μὴ ἐπιμείνωσιν ἐν τῷ κακῷ, ἵνα̣ μὴ ἀδιαλείπτως λέγωσι̣ν· "εὖγε εὖγε εὖγε". ἐπιχαιρεκάκων ἐστὶν λέγειν "εὖγε εὖγε" ἐπ̣ὶ τ̣οῖς παθοῦσιν α᾿̣νάρεστόν τι. 17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε. εἰπὼν πε̣ρὶ τῶν ἐναντίων, ἵν̣α καὶ αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν καὶ εἰς τὰ ὀπίσω ἀποστραφῶσιν ἐπιχαιρε̣κ̣άκως λέγοντες "εὖγε εὖγε", λέγει· "ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοί, κύριε, οἱ ζητοῦντές σε". τότε ἀγαλλιώμε̣θα καὶ εὐφραιν̣όμ̣εθα, ὅταν ζητήσαντες εὕρωμέν σε· ἀγαλλιᾶται γὰρ καὶ εὐφραίνεται ὁ ζ̣η̣τῶν τι, ὅταν αὐτὸ εὕρ̣ῃ. κἂν οὖν ἐπίπονα, κἂν ἄλλα βλάπτοντα 200 ἐπέλθῃ, ζητοῦμέν σε εὑρεῖν βοηθόν. τότε̣ δε`̣ φαινόμενος βοηθεῖς κ̣αὶ λέγεις· "ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι". 290 17 καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος. ἐπεὶ εὑρόντες σε εὐχαριστοῦντες "εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος", ἔχοιεν ἐκεῖνα τὰ δι' ἃ ὑμνεῖν ὀφείλουσιν καὶ ἀγαλλιᾶσθαι. εἰπάτωσαν διὰ παντός δύναται δὲ καὶ τοῦτο· μὴ ὑπάρξοι ποτὲ αὐτοῖς ἀχ̣αριστία. 17 οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. τὴν δικαίου σωτηρίαν ἢ τὸν αἴτιον αὐτοῖς γινόμενον σωτηρίαν μέλλουσαν. "διὰ παντὸς Μεγαλυνθήτω ὁ κύριος, λεγέτωσαν". ἀγαπῶντες τὸ σωτήριόν σου καὶ μεγαλύνουσιν διὰ παντὸς ἐπ' αὐτῷ τὸν θεόν. 18 ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμί· κύριος φροντιεῖ μου. διὰ τοῦτο παρακαλῶ ὑπαρχθῆναί μοι τὴν σὴν βοήθειαν κ̣αὶ εὐδοκῆσαί σ̣ε τοῦ ῥύσασθαί με, ὅτι "πτωχὸς καὶ πένης εἰμί". οὐ δύναμαι ἐμαυτῷ ἐπαμύνειν, οὐ δύναμαι ἔξωθεν ἐμαυτὸν τῶν ἐπικειμένων ποιῆσαι, εἰ μὴ σὺ βοηθήσῃς. "πτωχὸς" οὖν "εἰμι καὶ πένης". διαφορὰ δὲ τούτων καὶ ἄλλοτε εἴρηται. 18 βοηθός μου καὶ ὑπερασπιστής εἶ μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. ἐπεὶ σὲ βοηθὸν ἐπεκαλεσάμην καὶ ὑπερασπιστὴν προβάλλ̣οντα ὑπὲρ ἐμοῦ τὴν ἀσπίδα σου–α̣ὑ´̣τη δέ ἐστιν ἡ ἀλήθεια· "ὅπλῳ" γὰρ "κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ"–, "μὴ χρονίσῃς", μὴ ὑπὲρ δύναμιν ὁ ἀγών μοι γένηται. ὅτ̣ε οἶδας καίριον εἶναι ἐπινεῦσαι καὶ βοηθῆσαι καὶ ῥύσασθαι, τοῦτο γενέσθω· ὁ´̣σον γὰρ ἧκεν ε̣ἰς τὴν ἐμὴν δύναμιν καὶ τὴν φύσιν, ἀσθενής εἰμι ἐμαυτῷ βοηθῆσαι, ἔξω ἐμαυτὸν ποιῆσαι τῶν ἐπικειμένων κακῶν. 290 1–2 Εἰς τὸ τέλος· ψαλμὸς τῷ ∆αυίδ. μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα. καὶ τοῦτον τὸν ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος ἐκλα̣μβάνουσιν πολλοὶ διὰ τ̣ὸ κ̣εῖσθαι ὧδε ῥητὰ λημφθέντα ἐν τῷ εὐαγγελίῳ ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημμένα καὶ περὶ τοῦ σωτῆρος πραχθέντα καὶ θεωρηθέντα. "μακάριος", φησίν, "ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα". καὶ πρὸς τὸ ἦθος ἐξηγ̣ήσαντο πολλοὶ τοιαῦτα ὅτι· διάφοροί εἰσιν οἱ πενόμενοι καὶ οἱ πτωχοί· καὶ ὁ τούτοις κοινωνῶν ὀφείλει κατὰ ἀναλογίαν τὴν κοινωνία̣ν π̣οιεῖν· τότε γὰρ συνετῶς ποιεῖ. οὐ πάντα ἀποροῦντα τροφῆς δεῖ τρέφειν. οὐκ ἔστιν δὲ ἀπορῶν τροφῆς διὰ τὸ ἀσώτως πρότερον ἐζηκέναι–μέθαις ἐσχόλασεν, πάντα ἃ εἶχεν ἀσέμνως καὶ φαυ´̣λως κατεδαπάνησεν–, ἄλλος δὲ ἢ διὰ νόσον μακρὰν ἢ διὰ πολυπαιδίαν. δεῖ οὖν μετὰ συνέσεως παρέχειν ἑκάστῳ. εἴ τις οὖν μὴ ἔχει πᾶσιν διδόναι, ἐκείνοις̣ οἷς ὀφείλει δοῦναι, μετὰ συνέσεως ὀφείλει τοῦτο ποιεῖν, εἰ δὲ δύναται, καὶ τοῖς ἄλλοις οἰκτίρμων γινόμενος κατὰ τὸν ἐν τ̣οῖς οὐρανοῖς πατέρα, ἀνατέλλων οὐ μόνον ἐπὶ ἀγαθοὺς τὸν ἥλιον, ἀλλὰ καὶ ἐπὶ πονηρούς ἀνατέλλων οὐ μόνον ἐπὶ ἀγαθοὺς τὸν ἥλιον, ἀλλὰ καὶ ἐπὶ πονηρούς. ὅταν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.