Commentarii in Psalmos · §u47-rem-mid

Unit 47 rem mid

Rem mid: Unit 47; lemma continues; reading with the letter.

Greek

μέντοι μὴ οἷός τε πᾶσιν ἐπαρκεῖν, μετὰ συνέσεως̣ ποιείτω το̣ῦτο. δύναται καὶ π̣ε̣ρ̣ὶ τοῦ σωτῆρος τοῦτο ληφθῆναι· "δι' ἡμᾶς" γὰρ "ἐπτώχευσεν", καὶ οὐκ ἄλλου χάριν. "ἐπτω´̣χευσεν δι' ἡμα῀̣ς", ἵν̣α ἀπὸ πτωχείας ἡμᾶς ἐλευθερώσῃ, ἵνα ἀπὸ πενί ας ἡμᾶς ἀποστήσῃ. "τὸν μὴ γνόντα", φησίν, "ἁμαρτίαν̣ ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν"–ἥδε ἡ πτωχεία αὐτοῦ–, "ἵν' ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". ἐρύσθη ····· ····· ····· · οὐκ̣ ἐκρατήθη. εἰ καὶ γέγονεν ἁμαρτία, ἀλλ' οὐχ ἵνα μείνῃ ἁμαρτία, ἀλλ' ἵν' ἐλευθερώσῃ τοὺς ····· ····· ····π····· ··· "γιγνώσκετε τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". καὶ τό γε παράδοξον· "πλούσιος ὢν" π̣τωχός ἐστιν, καὶ ἡ πτωχεία αὕτη ἡμᾶς πλουσίους κατασκευάζει ἢ ποιητικὴ πλουσίων ἐστίν. οὐ καθάπαξ ἐστὶν πτωχός, ἀλλὰ πρὸς τὸν πλοῦτον αὐτοῦ. 2 ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν κύριος. ἐρύσατο τὸν Ἰησοῦν "ἐν ἡμέρᾳ πονη̣ρᾳ῀̣", ὅτε περιστοιχ̣ίζοντ̣ες αὐτὸν ἔλεγον· "σταύρου, σταύρου αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα". ἐρύσθη δὲ καὶ ἀπὸ τη῀̣ς η῾̣μέρ̣ας τῆς πονηρᾶς, ὅτι γενόμενος ἁμαρτία 201 δικαιοσύνης γέγονεν ποιητικός. τὸ τῆς συνέσεως ὄνομα ἐπ̣ὶ τοῦ εὖ ποιεῖν τοὺς ἀδελφοὺς δεομένους λαμβάνεται· καὶ γὰρ ὁ ἀπόστολος περὶ προςφορᾶς λέγει· "νόει ἃ λέγω· δώῃ γάρ σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". 291 ἔστιν δὲ σύνεσις ἐπιστήμης συνβλητῶν καὶ μὴ συνβλητῶν. συνβλητά εἰσιν τὰ ὁμοιούμενα, τὰ ἰσαζόμενα, ὅταν ἄλλο ἄλλῳ συναγάγωμεν καὶ εὑρίσκωμεν αὐτὸ ἢ καθ' ὁμοιότητα ἢ κατ' ἰσότητα τὴν ταὐτότητα ἔχειν. ὁ οὖν σύνεσιν ἔχων ἐπίσταται, ποῖα ποίοις συνάπτεται καὶ ποῖα ποίοις οὐχί. 3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. περὶ ἀμφοτέρων δύναται λέγεσθαι· κύριος φυλάξει τὸν πτωχὸν καὶ πένητα. διὰ τοῦτο καὶ τὸν συνίοντα εἰς ταὐτὸν αὐτῷ ἤγαγεν. πού ποτε ἐλέχθη ὅτι̣· ὅταν ἴδῃς, φέρε, κάμνοντα καὶ ἄφνω ἐληλυθότα διὰ ἄλλην πρόφασιν ἐκεῖ ἰατρόν, σκόπει ὅτι ὁ θεῖος τῆς προνοίας λ̣όγος ἠγίοχεν τὸν ἰατρόν, οἰκτίρμονα ἰατρόν, ἵνα συνπαθήσας τῷ κάμνοντι βοηθήσῃ αὐτῷ ἰατρικῶς. ἠ´̣τ̣οι δὲ τὸν πτωχὸν καὶ πένητα μακαρίζει καὶ ζῆν αὐτὸν ποιεῖ ἐν τῇ γῇ ἢ τὸν συνιέντα καὶ σύνεσιν λαβόντα ἐπὶ πτωχὸν κ̣α̣ι`̣ καὶ πένητα. περὶ τοῦ σωτῆρος ἐὰν λέγῃς, διαφυλάττει αὐτὸν καὶ ζῆν αὐτῷ παρέχει· εἰ γὰρ καὶ "ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ". κατὰ κοινοῦ τὸ "ἐν τῇ γῇ" λάβε. 3 καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. οὐ παραδίδωσιν τὸν τοιοῦτον "εἰς χεῖρας ἐχθρῶν αὐτοῦ". πολλοὺς ἔχει ὁ τοιοῦτος ἐχθ̣ρούς, πολλοὺς ἐφεδρεύοντας ἔχει· ἐπεὶ γὰρ μ̣α̣κάριος ἀνήρ ἐστιν καὶ σύνεσιν ἔχει ἐπὶ πτωχὸν καὶ πένητα κατὰ πάσας τὰς ἀποδοθείσας σαφηνείας, καὶ πολλοὺς ἔχει τοὺς ἐφεδρεύοντας· ῥύσεται γὰρ αὐτὸν ὁ θεὸς ἐκ τῶν χειρῶν αὐτῶν. οὐ ῥύεται δὲ ἐκ τῆς χειρὸς τῶν διωκ̣όντων ὁ ἐπιδιδόμενος αὐτοῖς. 4 κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ. ὧδε περὶ τοῦ πτωχοῦ λέγει· κἂν ἐπὶ κλίνης γένηται νοσῶν καὶ ὀδυνηρὸν ᾖν αὐτῷ τὸ τοιοῦτον, βοηθεῖ αὐτῷ ὁ θεός. ἔχε τὰ περὶ τῶν παραλυτικῶν ἐν τοῖς εὐαγγελίοις εἰρημένα· ἐν κλίνῃ ὀδύνης ἔμεινεν ὁ τριάκοντα καὶ ὀκτὼ ἐνιαυτοὺς βεβλη̣μένος κλινήρης ὥστε μηδὲ σαλευθῆναι δύνασθαι μηδὲ διαναστῆναι. καὶ ἄλλοι δὲ τοιοῦτοι ἀνεγράφθ̣ησαν ἐν τοῖς εὐαγγελίοις πα̣ραλυτικοίς. οὐ πᾶς δὲ ὁ ἐπὶ κλίνης ὀδύνην καὶ ἀρρωστίαν ἔχων ῥύεται. Ὀχοδίας οὖν ἀπὸ τῆς κοίτης ἔπεσεν ἐκ τοῦ ὑπερῴου καὶ ἀπέθανεν. εἰ δὲ πρὸς ἀναγωγήν, τὸ σῶμα πολλάκις κλίνη ὀνομάζεται τῆς ψυχῆς. καὶ πολλαί εἰσιν γραφαὶ συναγορεύουσαι τῇ τοιαύτῃ θεωρίᾳ. ὅταν τις οὖν ἐν τῷ φθαρτῷ σώματι ᾖν καὶ τῷ γ̣ηΐνῳ σκήνει ὃ "βρίθει νοῦν πολυφρόντιδα, "ἐπὶ κλίνης ὀδύνης" ἐστίν· ἀλλ' ὅταν βοηθήσῃ αὐτῷ θεός, ποιει῀̣ αὐτὸν ὑπωπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ οὐκέτι ἐπὶ τοῦ σώματος βέβληται, ἀλλ' αὐτὸς λοιπὸν αἴρει τὸν κράβακτον̣ καὶ περιπατεῖ. τὸ σῶμα οὖν κλίνη ἐστίν. ὁ φιλήδονος, ὁ φιλοπαθής, ὁ τὰ τοῦ σώματος ἀποδεχόμενος καὶ πράττω̣ν ὀδυνᾶται ἐπὶ κλίνης, ἀλλὰ βοηθεῖ αὐτῷ ὁ θεὸς καὶ ποιεῖ αὐτὸν ὑγιῆν, ἵν' ὑγιὴς γενόμενος μηκέτι αὐτὸς ᾖν βεβλημ̣ε´̣νος ε᾿̣πὶ τη῀̣ς κ̣λίνη̣ς, ἀλλὰ αὐτὸς αὐτὴν βαστάζῃ, καὶ ὡς λέγουσιν οὕτως, ὅτι ὅταν ἄρχῃ ἡ ψυχὴ τοῦ σώματος. ἐπερ · ποῖοί ει᾿̣σιν ο̣ι῾̣ ε῾̣ξ̣ήκοντα δυν̣ατοί, οἵ εἰσιν ἐν εὐλογίᾳ παραλαμβανόμενοι, οἱ κύκλῳ τῆς στρωμνῆς; ἀπὸ τοῦ Ἀβραὰμ ἕως ἐννεακαίδεκα καὶ ἀπὸ . οὗτοι οὖν εἰσιν οἱ ἑξήκοντα δυνατοὶ οἱ περὶ τὸ σῶμα τοῦ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.