Commentarii in Psalmos · §u48-rem-close

Unit 48 rem close

Rem CLOSEOUT: Unit 48 CLOSEOUT.

Greek

πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. λέγεται τὸ ζῷον τ̣οῦτο η῾̣ ἔλαφος ἀναιρετικὴ εἶναι τῶν ὄφεων. καὶ ὅταν ἀνέλῃ τοὺς ὄφεις, ὑπὸ τοῦ ἰοῦ αὐτῶν ἔκδιψος γίνεται καὶ σπ̣εύδει εὑρεῖν πηγὴν̣ ὕδατος, ἵνα κ̣αὶ τὸ δίψος ἀκέσηται καὶ καθοπτρισθῇ· λέγεται γάρ, ὅτι οἱ ὄφεις σπαραττόμενοι ὑπὸ τοῦ ζῴου τούτου κινούμενοι τὸ πρόσωπον τῆς ἐλάφου ὥσπερ αἱμάτων καὶ τῶν̣ ἄλλων πληροῦσιν, και`̣ ἀπε´̣ρχε̣ται ἐσοπτρίσασθαι, ἵνα ἀποπλύνηται τὴν προσγεναμένην ἀκαθαρσίαν ἐκ τῆς ἀναιρε´̣σεως τῶν ὄφεων. λέγεται δὲ καὶ ἄλλο περὶ αὐτοῦ τοῦ ζῴου· ὅταν, φησίν, παλαιωθῇ καὶ ἀπο̣βάλῃ τὰς τρι´̣χ̣ας, ἐσθίει ὄφιν καὶ ἀνα νεοῦται. ἡ βρῶσις τῶν ὄφεων νέαν αὐτὴν αὖθις ποιεῖ. ἐπερ · τῶν τοιῶνδ̣ε ὄφεων; –τῶν ἰοβόλων πάντων τοῦ εἴδους ὅλου τῶν ὄφεων ἢ καὶ τοῦ γένους. καὶ τοῦτο δέ, ὅταν ἀπὸ γήρ̣ως ἀποβάλῃ τὰ κ̣έρατα, φωλεύει που, ἕως ἀνατείλῃ κέρατα αὐτὴ καὶ ἰσχυρὰ γένηται· εὐεπιβούλευτος γάρ ἐστ̣ιν κέρατα οὐκ ἐ´̣χουσα· ὅπλα γὰρ αὐτῆς ἐστιν καὶ ἀμυντήρια. ἐν τοῖς δρυμοῖς οὖν ὅταν διαβαίνωσιν, ὑπ̣ολαμβάνο̣νται τὰ κέρατα αὐτῶν καὶ οὕτως ἀποσπῶνται· διὸ καὶ παροιμία τοιαύτη φαίνεται· "ο̣ὐαὶ ἐλάφοις κέρατα οὐκ ἐχούσαις". ἡ παροιμία δὲ αὕτη αἰνίττεται ὅτι· οὐαὶ ἀνθρώπῳ τῷ ἀβοηθήτῳ τῷ μὴ ἔχοντι ἅλι̣ς̣ δύναμιν βοηθεῖν ἑαυτῷ. 297 τὸ ἕτερον οὖν τῶν σημαινομένων ἐνταῦθα λέγεται δείκνυται. διὰ τοῦ φάναι· "ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς̣ πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός μου ", ὡμοίωσεν τὸν πρὸς θεὸν πόθον τῷ πόθῳ τῆς ἐλάφου τῷ ἐπὶ τὰς πηγάς· πηγὴ γάρ ἐστιν καὶ ὁ θεός, καὶ ὁ λόγος αὐτοῦ πηγή ἐστιν· "ἐνκατελείψατε τὴν πηγὴν τῆς σοφίας". "ὅτι παρὰ σοὶ πηγὴ ζωῆς". καὶ πάλιν· "ἐμὲ ἐνκατέλιπον, πηγὴν ὕδατος ζῶντος", ὁ θεὸς λέγει. καὶ τὸ ἅγιον πνεῦμα πηγή ἐστιν, εἴ γε τὰ χαρίσματα πάντα ἀπ' αὐτοῦ ῥεῖ καὶ ἀπ' αὐτοῦ ἔχει τὴν ἀρχήν. ὃν τρόπον ο̣ὖν ἐπιποθεῖ ἡ αἰσθητὴ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἡ η῾̣μετέρα ψυχὴ ἔλαφος γινομένη καὶ ἀναιρετικὴ τῶν βλαπτόντων πρὸς σὲ ἐπιποθεῖ, ὦ θεέ. οἱ "ἑτοίμως ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν", οὗτοι ἔλαφοί εἰσιν ἀναιροῦντες τοὺς ὄφεις τῆς ἀδικ̣ίας. καὶ οἱ λαβόντες "ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων", ἔλαφοί εἰσιν. αὗται δὲ αἱ ἔλαφοι κα̣ὶ τὰ ὑψηλὰ μεταδιώκουσιν. ὥσπερ καὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτω καὶ τὰ ὑψηλά· "ὄρη" γὰρ "τὰ ὑψηλὰ ταῖς ἐλάφοις". καὶ πάλιν ὁ α̣ὐτός· "ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου", ἵνα καταρτισθέντες̣ τὰ νοητὰ μεταδιώκουσιν. καὶ ἐπειδὴ πολλάκις εἶπον, ὅτι τὰ νοητὰ κατὰ ἄλλην καὶ ἄλλην ἐπ̣ίνοιαν ἕτερα καὶ ἕτερα δ̣οκ̣οῦσιν εἶναι οὐτῇ ὑποστάσει ὄντα τὰ αὐτά, αἱ πηγαὶ τῶν ὑδάτων ἃς ζητεῖ ἡ πνευματικὴ ἔλαφος, καὶ ὑψηλὰ ὄρη εἰσίν. ᾗ ἀναγομένως καὶ ὑψόθεν δέδονται, ὑψηλά εἰσιν, ᾗ δὲ ποτίζουσιν καὶ ποταμ̣οὺς γεννω῀̣σιν ἐν τοῖς πιοῦσιν, πηγαὶ λέγονται. λοιπὸν ῥητέον καὶ ἠθικῶς τοὺς ὄφ̣εις ἡδονάς· ποικίλ̣η γάρ ἐστιν ἡ ἡδ̣ονή. "ἀγόμεναι" δὲ "ἡδοναῖς ποικίλαις καὶ ἐπιθυμίαις". περὶ τῶν φαύλων λέγει γυναι̣κῶν ὧν αἰχμαλωτίζο̣υσιν οἱ ἑτερόδοξοι. αὗται οὖν αἱ ποικίλαι ἔλαφοι οὐκ ἐπιποθοῦσιν εὑρεῖν θεόν, οὐ μίαν ζητοῦσιν ἐπιθυμίαν. μία δὲ ἐπιθυμία ἐστὶν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν. ὡς δὲ λέγεται σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ δικαιοσύνη, οὕτω καὶ 207 ἐπιθυμία. αὐτίκα γοῦν ἡ νύμφη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πυθομένη περὶ τοῦ νυμ̣φι´̣ου, ποῦ εὑρεῖν αὐτὸν δύναται, οἱ δορυφόροι ὧν ἐπυνθάνετο̣, λέγουσιν ὅτι· "τί ἀδελφιδὸς ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν"; εἰπὲ τὸν σὸν τὸν ἄλλον παρὰ τοὺς πολ̣λοὺς ἀδελφούς. καὶ λέγει· "ἀδελφιδοῦς μου λευκὸς καὶ πυρρός", οὐχ εἷς ἐστιν, ἄνθρωπος καὶ θεός ἐστιν. εἶτα διεξερχομένη τὰ ἐγκ̣ώμια αὐτοῦ λε´̣γει ε᾿̣π̣ὶ τέλει· "λάρυγξ αὐτοῦ γλυκασμός, ὅλος ἐπιθυμία". ὁ λόγος αὐτοῦ γλυκύς ἐστιν. οἶδας, ὅτι εἰσίν τινα̣ ἐπιθυμ̣ητὰ οὐχ ὅλα, ἀλλ' ἔχουσιν ἀηδῆ τινα παραμεμιγμένα· οἷον τοῦ γλυκέως οἴνου ἡ πόσις ἔχει ἐπιθ̣υμητόν τι. ὅταν δ̣ὲ εἰς κόρον ληφθῇ, μέθην ἐργάζεται καὶ οὔκ ἐστιν ὅλον ἐπιθυμία. π̣άλιν ὁ ἥλιος ὁρώμενος γλυκύς ἐστιν. ὅταν δὲ καθάψηται αὐτοῦ ἡ φλόξ, ἀηδὲς ἔχει τι. οὐδε`̣ν οὖν περὶ τὸν κατὰ τὸν νυμφίον λόγο̣ν ἀηδὲς ἔχει, ὅλος ἐπιθυμία ἐστίν, ὅλος ἔρως ἐστίν, κατὰ τὸν εἰπόντα· "ὁ ἐμ̣ὸς ἔρως ἐσταύρωται". ἄλλων δὲ οἱ ἔρωτες ἔχουσίν τι παραμεμιγμένον ἐπίπονον. ὥσπερ οὖν "ὅλος ἐπιθυμία" ἐστίν, οὕτω καὶ ὅλος ἔρως ἐστίν, καὶ διὰ τοῦτο ἐπιποθεῖ ἡ ψυχή

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.