Commentarii in Psalmos · §u49-open

Commentarii in Psalmos Unit 49 opening

Unit 49.

Lemma-led open — ἔλαφος θήλεια καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι

Greek

μου ἡ κατὰ τ̣ὴν ἔλαφον ἀναιρετικὴ ὄφεων πρὸς θεόν. ὅταν ἴδῃς οὖν ψυχὴν περιγινομένην ἡδονῶν ποικίλων, πολλῶν λογισμῶν ····· ····· ····· ····· · ἀποξύεται τὸ γῆρας τῆς κακίας, τὸν παλαιὸν ἄνθρωπον, καὶ τὸν νέον ἐνδι̣δ̣ύσκεται ἀντ' αὐτοῦ, κἂν παροιμιωδῶς κἂν ἐπὶ ῥητοῦ αὐτὸ θέλῃς λαβεῖν. "ἔλαφος θήλεια καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι". 298 ἔστω περὶ γυναικὸς ὁ λόγος. ἡ γυνὴ ἔλαφος θήλειά ἐστιν ὡς π̣ρ̣ὸς τὸν ἄνδρα, ἐὰν ἀναιρῇ τὰς ὑποβαλλομένας ἡδονὰς ὑπὸ τῶν θηρευτῶν. ἔτι δ̣ὲ καὶ πῶλος χαρίτων ἐστίν· νέα γὰρ ὀφείλει εἶναι κατὰ τὸ σωφρονεῖν καὶ χαρίτων, τῶν ἀρετῶν, πῶλος εἶναι, ἵν' ἐπιβαίνουσιν αὐτῷ αἱ χάριτες· καὶ γὰρ πολλάκις αὐταὶ αἱ ἀρεταὶ οὕτω καλοῦνται κατὰ τὸ γεγραμμένον· "στεφάνῳ δὲ χαρίτων", στεφάνῳ τῶν ἀρετῶν. κατὰ τὰς τῶν ἀγω´̣νων αὐτοῦ ἐπινοίας ὢν φῶς καὶ ἀλήθεια καὶ δικαιοσύνη, πλῆθος χαρίτων ἐστίν. οὐ τῇ ὑποστάσει ἔχει τὸ πλῆθος, ἀλλὰ ταῖς ἐνεργείαις καὶ ταῖς ἐπιθυμίαις. 3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν καὶ ζῶντα. τὸ διψ̣ῆσαι πολλάκις τὸ ἔρωτα λαβεῖν ἐστιν. οὕτω γοῦν καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέν σε ἡ ψυχή μου"· ὁ γὰρ ποθῶν τι καὶ αἰτούμενος ἵνα λάβῃ αὐτό, διψᾷ αὐτό. "πρὸς τὸν θεὸν" οὖν "τὸν ζῶντα". ὥσπ̣ερ οἱ θεῖοι ἄνδρες οἱ πάνυ γε πεπνευ̣ματισμένοι καὶ πρὸς θεολογίαν ἀνηγμένοι ἀεὶ λέγουσιν· "ζῇ κύριος", οὕτως ἔλεγεν ὁ Ἐλισαῖε· "ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου". οὕτως ζῇ ἡ ψυχή σου καθὼς ζῇ ὁ οὗ μετέσχες· ἀλλὰ σὺ μὲν ὡς μετασχὼν α̣ὐτοῦ ζῇς οὕτως. εἴς τι ῥητο´̣ν, ὃ κακῶς οἱ Ἀρειανοὶ ἑρμηνεύουσιν, καλὸν θεωρῆσαι· "ὡς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα". καὶ ἔλαβον παράδειγμα ὅτι· ὡς εἴ τις λέγοι ὅτι· "3ὡς ὁ λογικός μου πατὴρ κἀγὼ λογικός εἰμι, καὶ ὡς ὁ πατήρ μου ζῷόν ἐστιν κἀγὼ ζῷόν εἰμι"3. ἐπεὶ τοίνυν ζῶον ἐστιν ὁ πατήρ μου κἀγὼ ζῶ δι' αὐτὸν διὰ τὸ ζῶντος εἶναι υἱός. ὡς καὶ ὁ ἄνθρωπος λέγεται ζῷον εἶναι διὰ τὸν πατέρα, ἐπεὶ ζῴου υἱός ἐστιν. 3 πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; οἱ ἔτι ἐν βίῳ τυγχάνοντες ἄνθρωποι διψῶσιν πρὸς τὸν θεὸν ὡς ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. οὐ μέχρι τούτου δὲ ἵστασθαι λέγουσιν ἑαυτῶν τὸν πόθον· μακρὰν γὰρ ἔτ̣ι εἰσὶν τοῦ θεοῦ τρόπον τινὰ σχέσει καὶ διαθέσει, οὐ τόπῳ· οὐδὲν δὲ τοπικῶς μακράν ἐστιν τοῦ θεοῦ· "πληροῖ" γὰρ "τὸν οὐρανὸν καὶ τὴν γῆν". διὸ ο῾̣ προσχὼν αὐτῷ λέγει· "ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει". οἱ ἐν τῷ βίῳ οὖν τούτῳ θέαν λαβόντες τοῦ μέλλοντος αἰῶνος διψῶσιν γενναίως π̣ρὸς τὸν θεόν, ὥσπερ μακρὰν ἑαυτοὺς ὁρῶσιν ἅτε δὴ ἔτι ἐπηχθισμένο̣ι τὴν τοῦ κόσμου κακίαν καὶ τὸ τοῦ κόσμου βάρος καὶ τὸ φθαρτόν. καὶ τοῦτο δέ, ἐπεὶ ἐν ταῖς ἑορταῖς τῶν Ἑβραίων ἐ´̣θ̣ος πα῀̣σιν ἦν ὀφθῆναι τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ· "τρεῖς" γὰρ "καιροὺς 208 τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικ̣όν σου ἐνώπιόν μ̣ου". καί· "οὐκ ὀφθήσεται ἐνώπιόν μου κενός". οὐδεὶς κενὸς ὀφθήσε̣ται̣ αὐτῷ. ε᾿̣π̣εὶ τοίνυν καὶ ο̣ὗτος ποθεῖ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, εὔχεται πληρωθῆναι, ἵνα ἥξῃ καὶ ὀφθήσεται τῷ προσώπῳ τοῦ θεοῦ οὐκέτι κενὸς ὑπ άρχων. ἐπερ·· ἐρωτᾷ οὖν; –ἐνίοτε οὐκ ἄλλου ····· ····· ····· ····· ··· δ̣ιαλέγεται ὅτι· "3πότε ἄρα τεύξομαι τοῦ τελείου ἀγαθοῦ, ἵν' ὀφθεὶς τῷ προσώπῳ ····· ····· ····· ····· ·· τῶν πρὸς αὐτοῦ διδομένων χαρίτων"3; 4 ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. τοῦτο λέγει· ἐπεὶ ἔγνων ἐμαυτὸν ἔτι ἀπολειπόμενον τοῦ προσώπου τοῦ θεοῦ ····· ····· ····· ····· ···σα κλαυθμὸν τ̣ὸν συντελοῦντα πρὸς ἀνάλημψιν ἀρετῆς, τὸν ἀπὸ πόνου καὶ····· ····· ····· ····· ···α. κατὰ τοῦτο γοῦν τὸ σημαινόμενον λέγεται· "οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.