Commentarii in Psalmos Unit 50 opening
Unit 50.
Lemma-led open — μικροῦ ὄρους ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φων̣ὴν τῶν καταρακτῶν σου
Greek
····· ····· ····· ····· ····· ὅλην τὴν δύναμιν, ὅλην τὴν μετουσίαν οὐ δέχονται. πρὸς ····· ····· ····· ····· ····· ····· ····· ·ν θεόν· οὐ γέγονεν ὁ λόγος πρὸς τὸν θεόν· τὴν προηγουμένην ····· ····· ····· ····· ····· ····· ····· ·· τὸν θεὸν ἦν ὁ λόγος. οὐκ ἦν ἑτεροούσιος αὐτοῦ ὁ λόγος. τότε δὲ πρὸς ····· ····· ····· ····· ····· ····· ····· ··· φῶς ἀΐδιον ἐξ ἀϊδίου φωτός. ἀπὸ τούτου οὖν τοῦ "μικροῦ ὄρους ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φων̣ὴν τῶν καταρακτῶν σου". ἄκουε· ἐν τῷ ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ εἴρηται ὅτι· "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, κ̣αι`̣ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν". ἐπὶ τῆς ἡμέρας τὸ ····· ····· ····· ····· ····· ····· ····· ···όμενον. τὸ ῥῆμα τοῦ θεοῦ ὅτε φωτεινόν ἐστιν καὶ 303 λάμπον καὶ ἀποδεδειγμένον, συμφωνίας τρόπῳ ἐρεύγεται ····· ····· ····· ····· ····· ·· καὶ φωτεινὰ ἀπὸ τῶν τοιούτων νοοῦμεν, τὰ δὲ βαθέα κ̣····· ····· ····· ····· ····· ····· ··νει γὰρ τὸ βάθος τὸ σκότος καὶ τὴν νύκταν. "ἀνακαλύπτων βαθέα ἐκ σκότους". ····· ····· ····· ἐςτιν τοῦτο τὸ σκότος, ἀλλὰ ἀπ' ἐκείνου οὗ "ἔθετο ἀποκρυφὴν αὐτ̣οῦ". ····· ····· ····· ····· ····· ·· σαφηνίσαι θέλοντες εὑρίσκομεν ἄλλο ἀσαφές, μᾶλλον ευκ̣····· ····· ····· ····· ····· ····· παιδευομένῳ, καὶ ἀπ' ἐκείνου τὴν̣ γνῶσιν, ἀπὸ νυκτὸς ····· ····· ····· ····· ····· ····· ···· γοῦν καὶ ὧδε, ἐπεὶ "τὰ κρίματα" τοῦ θεοῦ "ἄβυσσός" ἐστιν "πολλή" ····· ····· ····· ····· ····· ····· · ὀνόματι σημαίνεται· εἴρηται γὰρ ὅτι· "ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ" ····· ····· ····· ·· τὰ βαθέα ἀπὸ βαθέων γνωρίζομεν. καὶ ἐπεὶ μὴ πάντ····· ····· ····· ····· ····· ····· ···· βάθος ἔχουσιν, ἀπὸ τῶν μὴ τόνῳ βαθέων τὰ πάνυ βαθέα ····· ····· ····· ····· ····· ··· φωνὴ τῆς ἐπικλήσεως τῆς ἀβύσσου πρὸς τὴν ἄβυσσον ἀπὸ τῶν ····· ····· ····· ····· ····· ····· ··· τῶν ἄνωθεν ἀπ' αὐτοῦ καταραττόντων. δυνατὸν δὲ κ····· ····· ····· ····· ····· ····· ···· δέ πώς εἰσιν οἱ προφῆται καὶ οἱ ἀπόστολοι ῥέοντες κα····· ····· ····· ····· ····· ····· ···· καὶ οἱ ἀπόστολοι. αὕτη ἡ "ἄβυσσος τὴν ἄβυσσον ἐπικαλεῖται". μ····· ····· ····· ····· ····· ····· ····· κατιοῦσα καὶ ἀσαφῶς κειμένη φθάνει μέχρι τῆς φωνῆς ····· ····· ····· ····· ····· ····· ··ον ἑρμηνεύειν τὴν ἄβυσσον διδασκαλίας τρόπῳ καὶ τὰ β····· ····· ····· ····· ····· ····· ····· τότε δὲ ἡ "ἄβυσσος τὴν ἄβυσσον ἐπικαλεῖται" συμφωνίας τρόπῳ ····· ····· ····· ····· ····· ····· · σαφηνίσουσιν αὐτὴν ἐν διδασκαλίας τρόπῳ. ἄρτι ε̣ἰσὶν "ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι"· ὁ γὰρ ἁρπαγεὶς "εἰς τὸν παράδεισον" ἐρεῖ αὐτά. ῥήματα γοῦν εἰσιν ····· ····· ····· ····· ····· ····· ····· ὁμωνυμίᾳ δέ εἰσιν τὰ "3ῥήματα"3. τότε μάλιστα "3ῥήματα"3 λέγονται ····· ····· ····· · "ἔστιν δὲ νόημα ἐν τῇ ψυχῇ ὁτὲ μὲν ἄνευ τοῦ ἀληθὲς ἢ ψεύδεσθαι ὁτὲ δὲ ἤδη τὸ νόημα ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον". 212 1 Τῷ ∆αυὶδ ψαλμός. Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου. ἐκ προσώπου τοῦ σωτῆρος δύναται οὗτος ὁ ψαλμὸς ἀπαγγέλλεσθαι. κεῖται ····· ····· ····· ····· ····· ····· ····· ἀμφοτέρως τὸ ἱερὸν καὶ ἐνάρετον. ὁ ἓξ ἀριθμὸς ἐλέχθη, πῶς τέλειός ἐστιν. ὁ ἑπτὰ δέ ἐστιν ἀδιάφθορος καὶ παρθένος ἀμήτορι καὶ ἀπάτορι ἐοικώς· οὐδὲ γὰρ γεννᾶν πέφυκεν ὁ ἑπτὰ οὐδὲ γεννᾶσθαι. παρθένος ἐστὶν ἣ οὐ γεννᾷ, παρθένος ἀδιάφθορος. διὰ τοῦτο πολλάκ̣ις ····· ····· ····· ····· ····· ····· ··· · ἡμῶν εἰς τὰς ἓξ μονάδας, ἀλλὰ εἰς τὴν φύσιν τοῦ ἀριθμοῦ. ····· ····· ····· ····· ····· ····· ··· φαμὲν γεγονέναι οὐ τοῦ θεοῦ χρῄζοντος χρόνου ····· ····· ····· ····· ····· ····· ····· ···· ἔργον τὸν λόγον. ἅμα ἠθέλησεν καὶ ὑπέστη ἐκεῖνα. αὐτὸ ····· ····· ····· ····· ····· "πάντα, ὅσα ἠθέλησας, ἐποίησας". ἀρκεῖ τὸ θέλειν αὐτοῦ πρὸς ὕπαρξιν ····· ····· ····· ····· ····· ····· ····· ·
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.