Unit 49 rem close
Rem CLOSEOUT: Unit 49 CLOSEOUT.
Greek
βοηθοῦντα. ὡς εἰ καὶ κάμνοντι λέγῃς καὶ νοσοῦντι ····· ····· ····· ····· ····· ···· ἵνα τί ἀφήλπισας τὴν ὑγείαν; ἰδοὺ πάρεστιν ὁ ἰατρός"3. 6 ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ θεός μου. πάρεστιν ὁ θεός· προσδόκησον παρ' αὐτοῦ ἀπαλλαγῆναι τῆς λύπης καὶ τῆς ταραχῆς. τότε δὲ ἀπηλλάγη τούτων, ὅταν τὰ λυπηρὰ πέρας λάβῃ, ὅταν ····· ····· ····· ····· ····· ····· ····ωσιν· αἴρει γὰρ τὴν ταραχήν, αἴρει τὴν λύπην. "σωτήριον τοῦ προσώπου μου". ····· ····· ····· ····· ·· ἐλέγομεν εἰς τό· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ", ὅτι ἐν τῷ ····· ····· ····· ····· ····· ····· ····· ·· καὶ οἱ φρόνιμοι καὶ οἱ μὴ φρόνιμοι τὰς ὄψεις ἔχουσιν. "σωτήριον ····· ····· ····· ····· ····· ····· ····· ·· λέγεται ἐν τῇ γραφῇ περὶ προσώπου, ἃ πολλάκις εἴρηται, οὐ περὶ ····· ····· ····· ····· ····· ····· "ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην"· μὴ γὰρ προσωπ····· ····· ····· ····· ····· ···· "ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ καὶ εὐλογήσαι σε". ὧδε τὸ πρόσωπον τὸ ἐπιφ̣····· ····· ····· ····· ····· ····· ····· λέγεται δὲ καὶ "εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου", ὁ "χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ" ····· ····· ····· ····· ····· ·· σωτηρία καὶ εὐλογία ἕπεται, ἐὰν ἐπαρθῇ τοῦτο τὸ πρόσωπον ····· ····· ····· ····· ····· ····· ··· ἀσύγχυτος γίνεται. ἐπερ · τὸ πρόσωπον; –ὃ ἀνέλαβεν ὁ ἄνθρωπος ····· ····· ····· ····· ····· ····· ····· ···· διάλημψις ὥσπερ πρόσωπόν ἐστιν θεοῦ, εἰδοποιεῖται φ̣····· ····· ····· ····· ····· ····· ····· ···· ἐξηγησάμην ποτὲ καὶ εἰς ἐκεῖνο κατὰ δευτέρ̣αν ἀπόδοσιν ····· ····· ····· ····· ····· ····· ····· 302 ·· ····· ····· ····· ····· ····· ····· ·· τὸν υἱὸν λέγει τὸ εἶδος τοῦ πατρός, εἶδος ὡς χαρακτὴρ αὐτοῦ ἢ εἶδος τὴν περὶ ····· ····· ····· ····· ····· ···· κατασκευάζουσιν τῇ ψυχῇ εἰδέα. τοῦ οὖν ἐμοῦ προσώπου σωτήριον εἶ. ····· ····· ····· ····· ····· ····· ··ν̣α γενάμενον οὐ τὸ τοῦ σώματός ἐστιν, ἀλλὰ περὶ οὗ λέγεται· "ἡμεῖς δὲ ····· ····· ····· ····· ····· ····· ·· μὴ γὰρ τοῦτο λέγει, ὅτι ἄνευ καλύμματος τὸ πρόσωπον τοῦ σώματος ····· ····· ····· ····· ····· ····· ···εται τοῦ ἔσω ἀνθρώπου τὸ πρόσωπον ἐξ ἀγνοίας καὶ ἁμαρτίας, φανεροῦται ····· ····· ····· ····· ····· ····· ··· γάρ· "σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ". τὸ φωτεινὸν τοῦτο πρόσωπον ····· ····· ····· ····· ····· ····· οὐκ ἔχει ἀγνοίας κάλυμμα, οὐκ ἔχει κακίας ἐπίβλημα, ἀλλὰ καθαρὸν ····· ····· ····· ····· ····· ····· ···· τοῦ προσώπου σωτηρία εἶ, ὦ θεέ. 7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. ····· ····· ····· ····· ····· ····· ···· τὸ εἶδος τῆς ταραχῆς. ἐλέχθη δὲ καὶ τοῦτο, ὅτε "ἐξέχεα", λέγει, "τὴν ψυχήν μου ἐπ' ἐμὲ" ····· ····· ····· ····· ····· · πρὸς τὰ ἔξω, οὐκ ἐφάνην αὐτοῖς τεταραγμένος. ὁ ταραττόμενος ἐν ····· ····· ····· ····· ····· ····· 211 ···τούτων ἱστῶν τὴν ταραχήν, πρὸς ἑαυτὸν τετάρακται. 7 διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιίμ. ἐπεὶ ἡ ψυχή μου τετάρακται, εἰ καὶ πρὸς ἐμὲ αὐτὸν ἡ ταραχὴ ····· ····· ····· ····· ····· ·· λουτροῦ καθαρσίου δέομαι, βαπτίσματός μοι χρεία. "ἐμνήσθην σου" οὖν "ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιίμ". τὸ Ἑρμωνιὶμ "3ὁδὸς λύχνου"3 ἑρμηνεύεται ἢ "3ἀνάθημα"3. τοῦτο λέγει ὅτι· τοῦτο τὸ ὄρος ····· ····· ····· ····· ····· ····· ····ε̣νος, πράττων μετεώρως, διῃρμένον ἔχων τὸ φρόνημα ····· ····· ····· ····· ····· ····· ···· φωτιζομένη κατ' εὐθὺ ποιεῖ χωρεῖν τὸν ὁδεύοντα, οὐ προσ····· ····· ····· ····· ····· ····· ··· ἑρμηνεύεται δὲ Ἰορδάνης "3κατάβασις αὐτῶν"3. δύναται κατά····· ····· ····· ····· ····· ····· ····· κ̣ατέβη, ἀλλὰ αὐτῶν ἕνεκα κατέβη, ὥσπερ διδάσκαλος ἄριστος ····· ····· ····· ····· · 7–8 ἀπὸ ὄρους μικροῦ ἄβυσσος πρὸς ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. ····· ····· ····· ····· ·····ρ ἐστιν, ἐνφανὲς δέ ἐστιν· "ἔσται" γὰρ "ἐνφανὲς τὸ ὄρος τοῦ κυρίου, καὶ ····· ····· ····· ····· ····· ··· ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου". εἰ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν κτίσιν η····· ····· ····· ····· ····· ····· ···· τι συνκρινόμενον πρὸς ἡμᾶς. καὶ λέγω· ὁ τοῦ θεοῦ λόγος, ὁ θεὸς λόγος ····· ····· ····· ····· ····· ····· ·· γίνεται δὲ πρὸς ἕκαστον τῶν προφητῶν· "ἐκείνους" γὰρ "θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". "ἐγένετο λόγος̣ κυρίου πρός με λέγων". εἰ τοίνυν πρὸς τοὺς θεοποιουμένους ····· ·····
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.