Commentarii in Psalmos Unit 52 opening
Unit 52.
Lemma-led open — ἡμᾶς νῦν
Greek
τῶν καλῶν ἐπὶ τὰ φαῦλα, α᾿̣π̣ὸ τοῦ βοηθεῖσθαι καὶ ἔχειν αὐτὸν α᾿̣ντιλήμπτορα εἰς τὸ ἐνκαταλελεῖφθαι, ἀλλὰ τρόπον τινὰ ἐνκατελε̣ίφθησαν γενόμενοι βοηθοὶ ἄλλων, οὐχ ἵνα ἀπόλωνται, ἀλλὰ ἵν' ὠφελήσωσιν καὶ μὴ ἐπιτρέψωσιν ἐπὶ πλέον τὰ ἁμαρτήματα τῶν καταδικασθέντων γενέσθαι. "ἀπώσω" οὖν "ἡμᾶς νῦν". καὶ τὸ "ἀπώσω" δὲ οὐ πάνυ ψόγον φέρει· "ἐξῆλθεν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". οὐκ ἀπώσατο αὐτὸν ὁ θεός, ἀλλ' αὐτοκελεύστῳ προθυμίᾳ̣ ἠσπάσατο τὸ κακόν, ὥρμησεν ἐπὶ τὴν κακίαν. περὶ δὲ τοῦ Ἀδὰμ οὐ πάν̣υ ἀποπεσόντος εἴρηται ὅτι· "ἐξέβαλεν τὸν Ἀδὰμ" ὁ θεὸς ἀντιποιούμενον δηλονότι τῶν ἔσω καὶ μὴ θέλοντα ἐξελθεῖν. ἐκεῖνος δὲ τῆς Εὕας τῆς γυναικὸς ἕνεκα ἐκβέβληται ἐκ τοῦ παραδείσου· καὶ γὰρ αὐτῆς ἕνεκα τὸν κανόνα παρέβη· πυνθανομένου γὰρ τοῦ θεοῦ λέγει· "τίς σοι ἀνήγγειλεν"; λέγει· "ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ". οὐκ εἴρηκεν· "ἣν ἔδωκας", ἀλλὰ "μετ' ἐμοῦ αὐτὴν ἔδωκας". καὶ οὗτός ἐστιν ὁ σκοπός· κἀγὼ ἐ´̣δ̣οξα δέ, ὅτι ἀπατηθεῖσα ὑπὸ τοῦ διαβόλου, ὡς αὐτὴ ὡμολόγησεν, ἐκβάλλεται τοῦ παραδείσου, ἔδοξα τὸ αὐτὸ α̣ὐτῇ ποιεῖν, ἵνα ἐκβληθῶ κἀγὼ τοῦ παραδείσου· εἰ μὴ γὰρ συνεκβληθεὶς ἦν ὁ Ἀδάμ, οὐκ εἰσήρχετο εἰς τὸν̣ παρ̣άδεισον ἡ γυνή. οὐ π̣ᾶς ἔλεγεν ὁ λαός· "ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν". καὶ μεθ' ὁλίγα· "ἀλλ' ἡ δεξιά σου καὶ ὁ βρ̣αχ̣ίων σου ····· ·· καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου". οὐ πᾶς ὁ λαὸς τοῦτο ἔλεγεν̣. ἐμνημονευσ̣····· ····· ····· ····· τοῦ ἐν τῇ πρὸς Κορινθίους λεχθέντος τοῦ· "εὐχαριστῶ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει". εἶτα πάλιν· "ἀκούεται ἐν ὑμῖν πορνεία". οὐ πε̣ρὶ ἑνὸς οὖν ἦν τ̣····· ····· ····· ····· ἐπὶ τοῦ λαοῦ τούτου οἱ μὲν ἰδίῳ τρόπῳ. οὗτοι οὖν οὐκ̣ ἐξεπέτασαν χεῖρας προ`̣ς θεὸν ἀλλότριον. "νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς". οὐδεὶς ἁμαρτάνων ὑπὸ θεοῦ καταισχύνεται, ἀλλ' ὑφ' ἑαυτοῦ. καταισχύνει δὲ ὁ θεὸς τρόπον τινά, ὅτε τὸν μὴ ἁμαρτωλο`̣ν σὺν τοῖς α῾̣μ̣αρτωλοῖς ····· ····· ····· ····· 314 ···· καὶ ὁ καταισχυνμὸς ἐπωφελὴς καὶ δόξαν φέρων τῷ 220 καταισχυνομένῳ. οὐκ ἔχει "κρυπτὰ αἰσχύνης", ἅπερ ἀπειπέσθαι δεῖ κατὰ τὴν φιλοσοφίαν τοῦ λέγοντος ὅτι· "ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ". ὁ λέγ̣ων· "τοῖς ἀνόμοις ἄνομος γέγονα", οὐ κατῃσχύνθη ὑφ' ἑ αυτοῦ, ἀλλὰ ὁ λόγος τοῦ Χριστοῦ προτρεπόμενος ἔπεισεν αὐτο´̣ν. ἐπερ · ὁ λέγων ὅτι· "ἄνομος γέγονα", οὐ καταισχύνεται; ὅσον ἧκεν εἰς ἀνθρωπίνην διάνοιαν, ου᾿̣δεὶς ἤθελεν μιμήσασθαι τοὺς κακούς. "καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". πάλαι ἐξήρχου ἐν ταῖς δυνάμεσιν ἡμῶν· προέτρεχες ἡμῶν εἰς τοὺς πολέμους, καὶ περιεγινόμεθα τῶν ἐπιτιθεμένων. τὸ δὲ μὴ ἐξελθεῖν ἐν ταῖς δυνάμεσιν τοῦτο λέγει· βοηθῶν οὐ βοηθεῖς. βοηθεῖς ἡμῖν, ἵνα ἀθ̣λ̣ηταὶ ἀποδειχθῶμεν δῆθεν ἐνκαταλειφθέντες καὶ ὠφελήσωμεν καὶ ἄλλους· οὐκ εἶπεν γ̣ὰρ ὅτι· "κ̣ατε´̣στ̣ρεψας τὰς δυνάμεις ἡμῶν", ἀλλ' "οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν". 11 ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. ὀπίσω αὐτῶν ἦσαν οἱ ἐχθροί. ἔπαινον δὲ λέγουσιν ἑαυτῶν· "ἐπὶ τοῦ νώτου μου" γὰρ "ἐτέκταινον οἱ ἁμαρτωλοί". ἄλλῳ δὲ τρόπῳ λ····· ····· ···· ···· τα`̣ νῶτα διδόασιν οἱ πολέμιοι, οὐκ ἀσθενήσουσιν καὶ διώκονται μόνον̣ ὑπ̣ὸ τῶν με̣λλόντω̣ν αὐτῶν περιέσεσθαι. ὁ σωτὴρ οὖν πάντας ἐλαύνει τοὺς ἐχ̣θροὺς̣ καὶ τὰς χεῖρας ἔχει ἐπὶ τοῦ νώτου αὐτῶν τύπτων αὐτούς, διώκων αὐτούς. οὗτοι οὖν λέγουσιν· "ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν", οὐ κυρίως λεχθησομένου ἂν περὶ τοῦ κατ' αἵρεσιν ἀποστρ̣εφομ̣ένου καὶ μιμουμένου τοὺς ἐχθρούς· "θεὸς ἀπέστρεψεν". τὸ δὲ διὰ θεου῀̣ παραγινόμενον ἀγαθ̣ὸν και`̣ ἐπαινετόν ἐστιν. ἰδοὺ οἱ περὶ ∆ανιὴλ καὶ οἱ ἄλλοι ἅγιοι οἱ γεγονότες ἐν τῇ Βαβυλῶνι
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.