Commentarii in Psalmos · §u52-rem-early

Unit 52 rem early

Rem early: Unit 52; lemma and argument toward the thesis.

Greek

λεγέτ̣ωσαν· "ἀπέστρεψεν ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν". 11 καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. οὐκ ἂν ἠδύναντο λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα, εἰ μὴ ἡμᾶς διὰ τὸ χ̣ρήσιμον ἀπέστρεψε̣ν παρ' αὐτοῖς. ἐχθροί εἰσιν καὶ μισοῦντες· ἐχθρῶν γάρ ἐστιν τὸ μισεῖν. ἡμεῖς δὲ οὐδὲ ἐχθροὶ ἐκείνων οὐδὲ μισοῦντές ἐσμεν. καὶ διὰ τοῦτο πόρρω ἦμεν· διὰ τί γὰρ κρίμα ····· ··· δ̣ε´̣σ̣ποτα, ἀπέστρεψας ἡμα῀̣ς παρ' ἐκείνους, πεποίηκας ἡμᾶς μετ' ἐκείνων εἶναι, οἳ καταδικασθέντες εἰσίν; οἱ οὖν̣ ἐν μορφῇ θεοῦ πρότερον ὄντες μορφὴν δούλου λαβόντες διὰ συνπάθειαν, οἱ τοιοῦτο̣ι οὖν λέγουσιν ὁ´̣τι· ἐληλύθαμεν εἰς τὸν περὶ γῆν τόπον οὐ δι' ἑαυτούς, ἀλλὰ ἄλλων ἕνεκα οὐκ ἐξελθόν̣τος σου ἐν ταῖς δυνάμεσιν ἡμῶν· πρότερον γὰρ ἐν ταῖς δυνάμεσιν ἡμῶν ἐξήρχου τὴν νίκην ἡμῖν κατὰ τω῀̣ν ἐχθρῶν ὀρέγων καὶ φυλάττων ἡμᾶς ἐν τῇ τῶν πατέρων ἡμῶν χ̣ώρᾳ ᾗ κατέβημεν. ἐπεὶ οὖν οὐκ ἐξῆλθες ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἐστράφημεν εἰς τὰ ὀπίσω παρὰ τοὺς μισου῀̣ντας ἡμ̣ᾶς. διαρπασάντων ἡμᾶς ἐκείνων, οἷς ἔδωκεν–κακῇ δὲ προθέσει ····· ····· ····· ····· ···υ̣τ̣α̣ι̣. καὶ πολλὰ τοιαῦτα εὑρίσκεις ἐν τῇ γραφῇ· ἀπὸ φθόνου ····· ····· ····· ····· ····· ····· ··· αὐτὸν ἐν 315 πρᾶσις. οὐ ταύτῃ δὲ τῇ προθέσει ἐκεῖνοι ἀπέδοντο αὐτόν. πάλιν ὁ Ἰούδας προδ̣έδωκεν τὸν σωτῆρα, καὶ γέγονεν χρήσιμος ἡ προδοσία ἐπὶ τῷ ἀρθῆναι "τὴν ἁμαρτίαν τοῦ κόσμου". πάλιν οὐ ταύτῃ τῇ προθέσει ἐσταύρωσαν οἱ σταυρώσαντες. "οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς", οὐ κατέκ̣τειναν ἡμᾶς. ἐὰν δὲ τοῦτο λέγεις, ὅτι τὰ ἡμέτερα ἐλάμβανον ἐπ' ὠφελίᾳ τῇ ἑαυτῶν, καὶ εἰκότως τὰ τ̣ῆς παραδόσεως καὶ τῆς ἀποστροφῆς εἰς τὰ ὀπίσω καιρίως γέγονεν. ἐπιφέρουσιν οὖν· "ταῦτα πάντα ἐπῆλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου". 12 Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως. πάλαι ἐκ τοῦ φανεροῦ ἐβοήθεις ὥστε ἔπαινον ἡμῶν ὅλην τὴν ἡμέραν σὲ εἶναι καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογεῖσθαι εἰς τὸν αἰῶνα. διὰ τί δὲ νῦν εἰς αἰχμαλωσίαν παρεδόθημεν οὐ κακίας ἡμετέρας ἠ`̣ α᾿̣σεβείας ἕνεκα ἰδίας τοῦτο παθόντες; ἔλεγον δὲ τοιούτους εἶναι τοὺς τὸν ψαλμὸν λέγοντας οἷοι ἦσαν ∆ανιὴλ ····· ····· ····· ····· ··· ὁ τοῦ Ναυὴ καὶ Ἰεζεκιὴλ καὶ Ἅγγεος καὶ Ζαχαρίας καὶ οἱ τρεῖς κ̣αὶ ἕτεροι πλείονες. οὗτοι οὐ διὰ κακίαν ἰδίαν ἐν τῇ Βαβυλῶνι γεγένηνται. ἐπὶ δὲ τῶν παραδιδομένων θλιβηροῖς, καὶ μάλιστα 221 ἐκείνοις τοῖς θλιβηροῖς, ἔνθα καὶ τὸ τῆς προαιρέσεως ἐπισφαλές̣ ἐστιν διὰ τὸ τοὺς οἷς παρε̣δόθησαν ἐπὶ κακίᾳ χαίρειν, ἀπεστάλησαν ὥσπερ ἰατροὶ μετὰ πολεμίων, ἵνα ἐπιμελῶνται αὐτῶν, βοηθήματα προσάγουσιν τὰ μὲν φυλάττοντα αὐτῶν τὴν ἤδη ἐνοῦσαν ὑγίειαν, τὰ δὲ λύοντα νόσον καὶ φέροντα ὑγείαν. οὐ γάρ, ὥς τινες οἴονται, αἰτιώμε̣νοι τη`̣ν ἡμέραν λέγουσιν. ἐπιφέρουσιν οὖν πρὸς ἑτέροις εἰρημένοις καὶ τό· "ὡς πρόβατα βρώσεως ἔδωκας ἡμᾶς". αὐτοὶ εἰς βρῶσιν αὐτῶν παρεδόθημεν, λεόντων δίκην καὶ λύκων κατεσθίουσι̣ν ἡμᾶς. ὅμως εἰ καὶ κατεσθιόμεθα, οὐκ ἀφιστάμεθα τοῦ εἶναι πρόβατα· "πρόβατον πλανώμενον ὁ Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ". κακότης δέ ἐστιν τὸν γενόμενόν τι ἐπαινετόν, μὴ μεῖναι ὅπερ ἔστιν, ἀλλ' εἰς ἑτέραν ποιότητα ἀναλυθῆναι. ὁ ἐσθίων ἄρτου ἐὰν εἰς γαστέρα καταπέμψῃ αὐτόν, οὐ μένει ἄρτος. οἱ δὲ καταποθέντες καὶ β̣ρῶμ̣α ἐχθρῶν γεγενημένοι οὐκ ἀπέστησαν τοῦ εἶναι πρόβατα. λέγεται πολλάκις βρῶμα γίνεσθαι ο῾̣ μαθητὴς τοῦ διδασκάλου, περὶ οὗ καὶ λέγει· "ἐμὸν βρῶμά ἐστιν, ἵνα τις ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου". ἡ γυνὴ ἡ Σα̣μαρῖτις γοῦν μαθητὴς ἦν, περὶ ἧς καὶ εἶπεν· "ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε". ····· ····· · δ̣ὲ πάλιν̣ ····· ····· ····· · ἄρτον εἶναι. ὁ δὲ ἄρτος τροφὴ γίνεται. τρόπον δέ τινα τ̣ρ̣····· ··ε̣·ι̣······· ····· ····· · ἐὰν οὖν ὁ ἄνθρωπος ὁ σῴζων τὸ κατ' εἰκόνα καὶ τὸ καθ' ὁμοίωσιν θεοῦ διδάσκαλος κατὰ Ἰησοῦν γενόμενος ἄγριον ἄνθρωπον διὰ τοῦ παιδεῦσαι 316 φάγῃ ····· ····· ····· ····· ····· ····· · ····ις ὑπὸ τοῦ διδασκάλου καὶ τροφὴ αὐτοῦ γεγενημένος οὐκ ἔσται λέων. διὰ τοῦτο μακάριός ἐστιν καὶ μακαρίζεται οὐχ ὅτι λέων ἐστίν, ἀλλ' ὅτι ἄνθρωπος γέγονεν. εἰ δέ ποτε ἄνθρωπος λογικὸς καὶ λογικῶς κινούμενος̣ ὑπὸ ὠμοθύμου τινὸς ἀγρίου ἀνθρώπου ἢ πονηρᾶς δυνάμεως βρωθείη, γίνεται λέων καὶ τάλας ἐςτὶν ὁ τοιοῦτος· "οὐαὶ" γὰρ "τῷ ἀνθρώπῳ ὃν φάγεται λέ ων". οὗτοι οὖν λέγουσιν· "ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως". βρω̣θέντες πρόβατα ἔμειναν. 12 καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς. κατὰ τὸ πρόχειρον τῆς λέξεως

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.