Commentarii in Psalmos · §u52-rem-mid

Unit 52 rem mid

Rem mid: Unit 52; lemma continues; reading with the letter.

Greek

φαίνονται τοῦτο λέγοντες ὅτι· ἐπεσπάρημεν τοῖς ἔθνεσιν, ἐσκεδάσθημεν πολλαχοῦ. φαίνονται δὲ ἐν μόνῃ τῇ Βαβυλῶνι καὶ τῇ Ἀσσυρίᾳ τοῦτο παθόντες. ὃ λέγει οὖν, τοιοῦτόν ἐστιν· εὐαγγελικῷ πρ̣ω῀̣τον χρηστέον ῥητῷ ἡ σπορὰ τούτων τῶν σπερμάτων, οἷον σίτου κριθῆς, ἐὰν ἐπισπαρῶσιν τῇ γῃ῀̣, ταύτην̣ δέχονται εἰς τὴν ἑαυτῶν οὐσίαν διὰ τροπῆς καὶ μεταβολῆς· ἐκ τῆς γῆς γὰρ μετέβαλον γενόμενοι πολλοὶ ε᾿̣ξ ἑνὸς κόκκου, ἐκ τῆς γῆς μετέβαλον εἰς τοὺς σίτους. ἀνιμᾶται ····· ····· ····· ·ν̣ τὴν παρακειμένην γῆν καὶ εἰδοποιεῖ αὐτὴν καὶ μεταποιοῖ εἰς τὴν ἑαυτῆς φύσιν. σπέρματα δὲ λέγει τοὺς ταῦτα λέγοντας ἁγίους ὅτι· "ἐν σοὶ ἐπαινεσθησόμεθα καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα ε̣ἰς τὸν αἰῶνα". ἰδου`̣ οἱ λέγοντες· "ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν" καὶ τὰ ἄλλα, λεγέτωσαν· "ἐπέσπειρας ἡμᾶς ἐν τοῖς ἔθνεσιν" σπερμάτων δίκην, ἵνα τὰ ἔθνη τρόπον τινά, ἐὰν ἐπὶ ξένης ἐπισπαρῶμεν αὐτοῖς, μεταβάλωμεν εἰς ἑαυτούς, καὶ εἷς ἡμῶν γένηται στάχυς πολλοὺς φέρων κόκκους, πολλὰς ψυχὰς ὠφεληθείσας. καὶ διαφόρως λέγονται οἱ ὠφελούμενοι ὁτὲ μὲν παῖδες τῶν ὠφελούντων, ὅταν ἐκεῖνοι πατέρες ὀνομάζωνται, ποτὲ δὲ πρόβατα, ὅταν ἐκεῖνοι τὴν ποιμένος ἔχωσιν κατάστασιν καὶ διαγωγήν. οὗτοι οὖν ὡς σπέρματα κατεβλήθησαν, ἀνέλαβον εἰς ἑαυτοὺς ἐκείνους τοὺς ὠφελουμένους ἐκ τοῦ παρατεθεῖσθαι αὐτοῖς. παρατεθέντα τὰ σπέρματα μετέβαλεν̣ τὴν γῆν. τὰ ἔθνη οὖν γῆ εἰσίν̣, σπέρματα δὲ τὰ καταβληθέντα ἐπ' ὠφελίᾳ ἄλλων. κείσθω δὲ καὶ τοῦτο ἁπ̣λουστέρως, ὅτι γεγόνα̣σιν οἱ Ἀσσύριοι ἐν Βαβυλῶνι, οὐ μὴν πολλὰ ἔθνη καὶ πάντα τὰ ἔθνη εἰσίν. κ̣είσθω δὲ καὶ πρὸς τη`̣ν ἱστορίαν. 13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. ἄνευ τιμῆς ····· ····· ··· ἀπέδου· εἰς αἰχμα̣λωσίαν γὰρ ἀχθέντες οὐ μετὰ τιμῆς ἐκεῖ ἤχθημεν, ἀλλὰ νόμῳ αἰχμαλωσίας ἀχθέν̣τες· οὐδὲν γα`̣ρ̣ τούτου ἀτιμότερον. "ἄνευ 222 τιμῆς" οὖν "ἀπέδου τὸν λαόν σου". ····· ····· ···· λαὸν ἀπέδου τοι῀̣ς κ̣ρ̣ατῆσαι ἐθέλουσιν. δυνατὸν δὲ καὶ λαὸν λέγειν ἐκεῖνον, ὑπὲρ οὗ ····· ····· ···ν ἐν τοῖς ἀλλοτρ̣ίοις. καὶ ε᾿̣πεὶ "τὸν λαόν σου ἄνευ τιμῆς", τουτέστιν οὐ τιμὴν λαβών, "ἀπέδου", ····· ·ω̣ αὐτούς· ταῖς γὰρ ἁμαρτίαις ἑαυτῶν ἐπράθησαν. δύναται δὲ καὶ τὸ "ἄνευ τιμῆς" ····· ····· ····· κ̣αὶ ευ̣κ̣ρ̣····· ····υ. διὰ τοῦτο ἡμεῖς ὑπεμείναμεν ταῦτα τὸ ἐν αἰχμαλωσίᾳ γενέσθαι ····· ····· ····· ····· ····· ····· ····· · διασπαρῆναι ἐν τοῖς ἔθνεσιν, ἵνα συναγάγῃς τὸν ····· ····· ····· ····· ····· ····· ····· · ἑαυτόν. 317 ἁμαρτίᾳ πέπρακεν ἑαυτὸν καὶ χρεώστην πεποίηκεν. αὐτίκα γοῦν τὸ δι' οὗ κατέχει ὁ ἐχθρὸς βα̣σιλεὺς τῶν ψυχῶν, λέγεται χειρόγραφον. χειρόγραφον δέ ἐστιν, ὃ συνεστήσατό τις ταῖς ἑαυτοῦ χερσίν. "ἦρεν" οὖν "αὐτὸ ἐκ τοῦ μέσου", ἵνα μηκέτι κρατῇ ἡμᾶς τῷ χειρογράφῳ, ᾧ ἡμεῖς συνεστησάμεθα καταγράψαντες ἑαυτοὺς αὐτῷ. ἐπερ · καὶ ἑαυτοὺς συνκαταγράφονται; –ἤτοι ἡμᾶς ὄντας λαόν σου ἀπέδω ἄνευ τιμῆς –τότε ἐτιμήθημεν–τῷ τῆς αἰχμαλωσίας τρόπῳ, ἢ περὶ τοῦ λαοῦ λέγουσιν, ὑπὲρ οὗ αὐτοὶ εἰς τὴν αἰχμαλωσίαν γέγοναν· "τὸν λαόν σου ἄνευ τιμῆς ἀπέδου". καὶ διὰ τοῦτο ταῦτα ὑπομένομεν, ἐπεὶ βοηθείας αὐτῶν ἕνεκα ἐποίησας ἡμᾶς τὰ αὐτὰ αὐτοῖς ἀναντλῆσαι ἀνιαρά. 13 καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν. πολλάκις ὑπέρ τινων σῶστρα καὶ λύτρα ἀλλάγματα δίδοται. λέγει γοῦν· "ἅγιόν ἐστιν πᾶν διανοῖγον μήτραν ἀρσενικόν". καὶ λέγει ὅτι, ἐὰν πρόβατον ᾖν τὸ πρωτότοκον ἢ βοῦς ἢ αἴξ, τῶν ἀναφερομένων ἐπὶ τὸ θυσιαστήριον αὐτὰ ἱερουργεῖν δεῖ. ἐὰν δὲ ὄνος ᾖν τὸ πρωτότοκον ἢ ἄλλο τι τῶν ····· ····· ····ουσιν οἱ ἱερεῖς, μηδὲ προσάγεται τῷ θυσιαστηρίῳ· "ἀλλάξεις πρόβατον ἀντ' αὐτοῦ". διὰ π̣ροβάτου ἀλλάττεται ἡ ἀξία αὐτοῦ καὶ χωρεῖ εἰς τὸ ἱερόν. λέγει οὖν ὅτι· ἐπεὶ πολλοί εἰσιν ο····· ·ε̣········· ····· ··, "οὐκ ἦν πλῆθος τοῖς ἀλλάγμασιν αὐτῶν". οὐκ ἐνῆν τοσαῦτα ἀλλάγματα ὥστε α····· ····· ····· ····· ····· ···· οὕτως ὅτι· ἐπεὶ θεός ἐστιν ὁ διδοὺς τὰ ἀλλάγματα ὑπὲρ αὐτῶν, οὐκ ····· ····· ····· ····· ····· ἀλλαττομένων τὰ ἀλλάγματα δίδοται. δι' ὀλίγων δὲ ἱκανός ἐστιν ······ ····· ····· ····· ····· ···· πολυάνθρωπα πλήθη ἔθρεψεν. καὶ ἵνα ἀπὸ τῆς ἱστορίας εἴπω ····· ····· ····· ····· ····· ··· πολυάνθρωποι ἦσαν, καὶ εἰ ἦσαν εὑρεθέντες ἐκεῖ δέκα δίκαιοι–ἕως γὰρ αὐτῶν κα····· ····· ····· ····· ····· ·· οὐκ ὄντος πλήθους τῶν ἀλλαγμάτων ἠλλάττοντο. οὐ λέξοι τις οὖν ····· ····· ····· ····· ····· ····· εἰς Βαβυλῶνα, ὀλίγοι δὲ τὸν ἀριθμὸν ὡς οἱ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.