Commentarii in Psalmos Unit 53 opening
Unit 53.
Lemma-led open — εἰς παραβολὴν
Greek
εὐαγγελικὸς λόγος τοῦ Ἑλληνικοῦ. διὰ τοῦτο οὖν αὕτη ἡ παραβολὴ ἐλέχθη. "εἰς παραβολὴν" οὖν "ἡμᾶς ἔθνου ἐν τοῖς ἔθνεσιν". ἐάν τινα τῶν αἰχμαλωτισθέντων παραβαλεῖν βούλωνται, ἡμῖν χρῶνται ὅτι· "3ἰδοὺ οἵδε εὖ διαγαγόντες πρότερον ····· ····· ····· ο῾̣ θεός, ὅτε ἡ δεξιὰ τοῦ θεοῦ καὶ ὁ φωτισμὸς τοῦ προσώπου αὐτοῦ ἐρύετο αὐτούς, μετέπ̣εσον εἰς κακίστην διαγωγήν"3. ἐάν τινα οὖν θέλουσιν δεῖξαι μεταπεσόντα, ἡμᾶς παραφέρο̣υσιν. καὶ "ἔθου ἡμᾶς εἰς παραβολὴν" οὐκ ἐν τοῖς , οὐκ ἐν τῷ Ἰσραήλ, οὐκ ἐν πληθύι τῇ Ἑβραϊκῇ, ἀλλὰ "ἐν τοῖς ἔθνεσιν". ἐκεῖνοι οἱ τῷ ὄντι ἔθνη ὄντες οὐκ ἴσασιν διαφορὰν ἀγαθοῦ καὶ κακοῦ, ἀλλὰ πάντ̣α τὰ ἡδέα καὶ πάντα τὰ προςηνῆ ἀγαθὰ νομίζουσιν, τὰ δὲ ἐναντία τούτων κακά. δύναται δὲ καὶ τὸ ὀ´̣νομα τῆς παραβολῆς τοῦτο ὅτι· ἔχει τινὰ ὑπεροχὴν τὸ τῶν ἁγίων τάγμα παρὰ τὰ ἄλλα τῶν ἀνθρώπων τάγματα. διὰ τοῦτο εἰς παραβολὴν αὐτῶν γέγονεν. ἴδε· αἰχμαλωτίζονται πολλάκις ἄνθρωποι διαφόρως ὑπὸ τῶν πολεμίων. ὁ μὲν ἀφαίρεσιν πάσχει ὧν κέκτηται, ὁ δὲ ἔχει αὐτὰ παραμένοντα ····· ····· ····· ····· ····· ··ται ἐν τῷ χειμῶνι καὶ τῇ ζάλῃ τοῦ βίου τούτου, ἔχουσιν τὰ ἑαυτῶν α̣····· ····· ····· ····· ····· ·· φθαρτοῖς καταρρεῖ. 15 κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. ····· ····· ····· ····· ···· θεωροῦσιν ἐξ εὐπραγίας εἰς κακοπραγίαν μεταβάλλοντα, κινεῖν ····· ····· ····· ····· ····· ··τες ἢ λυπούμενοι δῆθεν. 224 κίνησις δὲ ἐν τοῖς λαοῖς γεγόναμεν κεφαλῆς. "3λαοὶ"3 δὲ δύνανται πάντες οἱ χυδαιότεροι ἄνθρωποι λέγεσθαι οὐδὲν ἔχοντες ἀνηγμένον, οὐ σο φοὶ ὄντες. οὗτοι οὖν ἡμῶν ἕνεκα κίνησιν κεφαλῆς ἔθεντο. ἡμεῖς γοῦν γενόμενοι πρὸς τοὺς λαούς, τοὺς χυδαιοτέρους ἀνθρώπους, τὸν νοῦν αὐτῶν ἐκινήσαμεν καὶ τὴν αὐτῶν κεφαλήν. κινεῖται δὲ ὁ νοῦς, ὅταν ····· ····· ····· ····· ····· ··· ὅταν θεωρῇ τὰ ἐπιβάλλοντα αὐτῷ θεωρεῖσθαι. 16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν. τὸ "3ὅλην τὴν ἡμέραν"3 "3διὰ βίου"3 λέγει. καλε̣ῖται δὲ ἡ ζωὴ τοῦ ἀνθρώπου ἡ ἀπὸ τῆς γενέσεως ἕως τοῦ θανάτου ὁτὲ μὲν ἡμέρα μία, ὁτὲ δὲ αἰών. οὕτω γοῦν εἴρηται τό· "οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", καί· "ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα". ἐντροπὴν κατεναντίον μου εἶχον ὅλην τὴν ἡμέραν ταύτην ἣν ὑπέμεινα ἄλλων ἕνεκα ····· ····· ····· ····· ····· ····· ··· 320 16 καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με. τοῦ ἔσω ἀνθρώπου ἡ αἰσχύνη ἐκάλυψέν με. οὐκ ἔφθειρεν γάρ μ̣ου τὸ πρόσωπον, ἀλλ' ἐκάλυψεν αὐτό. δυνατὸν δὲ τὸ ἓν κάλυμμα ἀποβαλόντα φέρειν τὸ πρόσωπον αὐτου῀̣ γυμνόν, πεφωτισμένον, οἷόν ἐστιν κατὰ φύσιν. καί, ἵν' οὕτω φράσω, ἡ ἄγνοια ὅτε τοῖς ἄλλοις ἀνθρώποις ἐπιγίνεται, φθείρει αὐτῶν τὸ πρόσωπον· ἄλλοι γὰρ ἐξ ἄλλων γίνονται, ἐξ ἀνθρώπων ὄφεις καὶ λύκοι καὶ ἀλώπεκες. ὁ δὲ ἅγιος κἂν μὴ τὸ αὐτοῦ φέρῃ πρόσωπον γυμνόν, κεκαλυμμένον αὐτὸ ἔχει. καλύπτεται δὲ τῇ περιθέσει τοῦ σώματος, τῇ δοκούσῃ ἀγνοίᾳ γινομένῃ ἐκ τῆς ἐνσαρκώσεως. ὅταν δὲ μεταβολὴ γένητ̣αι εἰς ποιότητα, οὐ λέγω ὅτι ὁ ἀλώπηξ, οἷον Ἡρῴδης, κάλυμμα εἶχεν, ἀλλὰ φύσει ἡ ἕξις αὐτοῦ καὶ διάθεσι̣ς τοιαύτη ἦν. ὅταν δέ τις γένηται τοῖς ἀνοήτοις ἀνόητος, κεκαλυμμένον ἔχει τ̣ὸ πρόσωπον αὐτοῦ ἐπιβαλὼν̣ ε᾿̣π̣' αὐτῷ ἀνοησίαν, ὅταν τοῖς ἀνόμοις ἄνομος γένηται, κεκαλυμμένον ἔχει τὸ πρόσωπον αὐτοῦ. 17 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος. τοῦτο λέγει ὅτι· οἱ ὀνειδίζοντές με καὶ παραλαλοῦντές εἰσιν. οἱ πα̣ραλαλοῦντες δὲ παραπαίουσιν. τοῦτο οὖν λέγει ὅτι· οἱ ἀντικείμενοι ἡμῖν ····· ····· ····· ····· ····ω̣ς, ὡς πέφυκεν ἔχειν τὸ λογικόν, ἀλλὰ μᾶλλον παραπαίουσιν. παραλαλεῖν δὲ ····· ····· ····· ·· τὸν πε̣ριττὰ φθεγγόμενον. 17 ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. ὅτε ····· ····· ····· ····· ····· ·τ̣α πάντα ὑπέμεινα. φανέντος τοῦ ἐχθροῦ καὶ καταδιώκοντος συν····· ····· ····· ····· ··· αἰσχύνης τοῦ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.