Unit 53 rem early
Rem early: Unit 53; lemma and argument toward the thesis.
Greek
προσώπου καλυφθῆναι. οὐκ ἀπὸ κακίας ἔχω ταῦτα, οὐκ ····· ····· ····· ····· ···· εὐθέως γοῦν ἐπήγαγεν· "ταῦτα πάντα ἐπῆλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου". ····· ····· ····· ··υ̣, μὴ ἐξερχομένου σου ἐν ταῖς δυνάμεσιν ἡμῶν ἦλθεν ἐφ' ἡμᾶς τὸ ἀποστραφῆναι εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, ἦλθεν ἐφ' ἡμᾶς τὸ ὄνειδος τεθεῖσθαι τοῖς γείτοσιν ἡμῶν ἡμῶν καὶ τοῖς κύκλῳ ἡμῶν μυκτηρισμὸν καὶ τὸ ἐντροπὴν ἔχειν τοῦ προσώπου, τὸ αἰσχύνῃ καλυφθῆναι τοῦ προσώπου. ····· ····· ·····ν̣ ὅτι ἁγίων ἐστὶν ἡ φωνή. πολλοὶ πολλάκις καὶ ἐκ τῶν ἡδέων ἐπιλανθάνονται τοῦ θεοῦ, οὐ μόνον ἐκ τῶν ἀηδῶν̣. λέγει γοῦν· "πρόσεχε σεαυτῷ μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας ····· ····· ··ν̣ος ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου". ἐνίοτε γενόμενοι ἐν συμφοραῖς ····· ····· ····· ····· ····· ····αις, λέγονται ἐπιλανθάνεσθαι τοῦ θεοῦ. 18 ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. ····· ····· ····· ····· ····· ····· ····· ··κως καὶ τοπικῶς αἰχμαλωτίσθη ὁ Ἰσραὴλ ἐκ τῆς Ἰουδαίας ····· ····· ····· ····· ····· ····· ····· ··να καὶ φύσει τοπικὴ μετάθεσις γέγονεν· ἡγήσατο γὰρ ····· ····· ····· ····· ····· ····· ····· ··ενοντες οὐκ ἐφύλαξαν ἐκεῖ καὶ πρὸς τοὺς ἐκεῖ νόμους ····· ····· ····· ····· ····· ····· ····· ·····ς διανοεῖσθαι βαβυλωνίζειν κατὰ τὴν ψυχήν. 321 ἐκώλυσεν πολλάκις ὁ θεὸς τὸ οὕτως αὐτοὺς διάγειν ἐπιμένοντας. ἵνα πείρᾳ γνῶσιν κακὸν ὂν ὃ ἠγάπησαν, μετοίκισεν αὐτοὺς εἰς τὴν Βαβυλῶνα. σὺν τούτοις ἐποίησεν τρόπον τινὰ αἰχμαλωτισθῆναι καὶ ἁγίους ὡς τὸν Ἰεζεκιήλ, Ζαχαρίαν, Ἅγγεον, ∆ανιὴλ καὶ τοὺς ἐν τῇ καμίνῳ βληθέντας, ἵνα μηδὲ 225 ἐκεῖ ὄντες τέλεον ἦσαν ἐνκαταλελειμμένοι, ἵνα ἔχωσιν ὡς ἐν πολέμῳ τυγχάνοντες. ἔστιν καὶ ἄνω Ἰερουσαλήμ. οἱ κατὰ τοὺς θείους νόμους ζῶντες τοῦ θεοῦ οἰκοῦσιν αὐτήν. ἐὰν ἀποστάται τῶν θείω̣ν νόμων γένωνται, μετοικίζονται εἰς τὸν περὶ γῆν τόπον, καὶ αὕτη ἐστὶν ἡ κατὰ ἀλληγορίαν αἰχμ̣αλωσία. συνεκπέμπονται δὲ αὐτοῖς πάλιν ὧδε βοηθείας ἕνεκα· "ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός"· μὴ γὰρ ἄλλου χάριν ἦλθεν ἢ μαρτυρῆσαι τῷ φωτί. πάλιν ὁ Ἰηρεμίας ἀκούει· "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε". πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγιάσθη καὶ προφήτης εἰς ἔθνη̣ τέθειται. πάλιν· "καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου". καταβολὴν δὲ κόσμου τὴν γε´̣νεσιν αὐτοῦ λέγει. καὶ ἐξελέγησαν πρὸ καταβολῆς κόσμου Παῦλος καὶ οἱ ἀνφ' αὐτόν, καὶ η῾̣ ἐκλογὴ νῦν αὐτοῖς ἀπὸ τότε γέγονεν, ἵνα συναποσταλῶσιν τοῖς κατεσχημένοις καὶ δυνηθῶσιν̣ αὐτοῖς βοηθεῖν. ἐπερ · κατὰ τὴν πρόγνωσιν ἔλεγεν ὁ Παῦλος; –ἡ πρόγνωσις θεωρητική ἐστιν τῶν ἐσομένων. κατὰ γένος δὲ ἡ πρόγνωσις καὶ γνῶσις ταὐτόν ἐστιν. χρόνῳ διαφέρει. οἷον, φέρε, προγιγνώςκω, ὅτι αὔριον βροντὴ ἔσται. ὅταν ἡ βρον τὴ γένηται ἐνσ̣τάσης τῆς ἡμέρας, γνῶσίς ἐστιν̣, οὐκέτι πρόγνωσις. ἡ γνῶσις δὲ τῆς βροντῆς οὐ ποιεῖ τοιάνδε αὐτὴν εἶναι, ἀλλ' οἵα ἐστίν, αὕτη γίνεται̣ ἡ γνῶσις. τὸ γνωστὸν οὖν ποιεῖ τὴν γνῶσιν, ἣ οὐκ ἐξ ἡμῶν λαμβάνει τὸ γιγνώσκειν. χρῶμαι εἰκόνος ἕνεκα τῷ τῆς προγνώσεως τρόπῳ· τὸ μὲν παιδίο̣ν γεν̣νᾶται, ἵνα ἐπαιτῇ, καὶ τὸ ἄλλο, ἵνα ζῇ ἐν οἴκῳ. ποῖον δίκαιον τῆς προγνώσεως τόδε̣, ε᾿̣ὰν λαμβάνωμεν κατὰ πρόγνωσ̣ιν ταῦτα γίνεσθαι; ἡ πρόγνωσις καὶ δικαιοῖ καὶ κατακρίνει. προγνῶναι δὲ καὶ γνῶναι ἔστιν καὶ κατακρῖναι καὶ δικαιῶσαι ἐκ τῶν πραττομένων καὶ διανοουμένω̣ν. προεγνώσθη Παῦλος ἐν τῇ ζωῇ ταύτῃ καὶ προδότης καὶ Χριστοῦ διώκτης καὶ ἀπόστολος. οὐκ ἀμφότερα προεγιγνω´̣σκετο; ἡ πρόγνωσις οὖν ἐποίησεν αὐτὸν καὶ τὰ δύο ἔχειν. πάλιν οὐ γέγονεν πρῶτον ἀπόστολος καὶ ὕστερον προδότης· οὐ προεγνώσθη τῷ θεῷ. ἡ πρόγνωσις τοῦ θεοῦ ἐποίησεν αὐτ̣ὸν ὁτὲ 322 μὲν ἀπόστολον ὁτὲ δὲ προδότην. καὶ μὴν ζητεῖται· ἐκ τοῦ ἐφ' ἡμῖν ἐξελέξατο τοὺς ἀποστόλους; "οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην"; καί· "οὓς προέγνω, καὶ προώρισεν συνμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ". οὐ περὶ ὑπάρξεως λέγει, ἀλλὰ περὶ τοῦ συνμόρφους εἶναι. οὐ τὴν ὕπαρξιν ἡ πρόγνωσις ἄγει. πεποίηκεν ὁ θεός, ποιήσας ἐπίσταται· μὴ γὰρ τὸ πρᾶγμα ποιεῖ γνῶσιν θεοῦ· ἡ γνῶσις γὰρ τοῦ θεοῦ ἀΐδιός ἐστιν. σχέσει λαμβάνεται πρὸς τὰ μέλλοντα καὶ λέγεται πρόγνωσις· λέγει γὰρ πάλιν ἡ Σωσάννα ἐκείνη· "ὁ εἰδὼς τὰ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.