Commentarii in Psalmos · §u54-rem-close

Unit 54 rem close

Rem CLOSEOUT: Unit 54 CLOSEOUT.

Greek

μεθηλικιούμενον ἄνθρωπον οὐκ ἔνι διαφορά· εἷς γὰρ ὑποκείμενος τῷ βρέφει ἐκείνῳ καὶ τῇ ἡλικίᾳ ἐκείνῃ· ἀπολωλός, πάλιν ἄνθρωπός ἐστιν τῷ παιδὶ ὑποκείμενος. καὶ ἐὰν ἐκ τοῦ παιδὸς εἰς τὸν βούπαιδα μεταβάλῃ, πάλιν ἡ ἡλικία μετέβαλεν. ἐστὶν δὲ ποιότης αὕτη, ποιότης δ̣ὲ οὐσιώδης. καὶ πάλιν ἀεὶ μεθηλικιούμενον ἕως φθάσῃ εἰς τὸ γῆρας. ποιότητας οὖν κ̣αὶ ἡλικίας ἐξαλλάττει· εἶπον γὰρ τὰς ἡλικίας οὐσιώδεις εἶναι ποιότητας. ὁ αὐτὸς δὲ ἄνθρωπος μένει. κἂν μυρίαν οὖν μεταβολὴν δέξηται τὸ σῶμα ἐν τῇ ἀναστάσει, σῶμά ἐστιν̣, οὐ σῶμα μέντοι τόδε, οὐ τὸ πρὸ τῆς μεταβολῆς. καὶ ὁ Παῦλος γοῦν ἠναγκάσθη ὡς ἄλλο καὶ ἄλλο εἰπεῖν. εἶπεν δὲ ὅτι· "σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν". λέγει· "οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν". ἔνθα δὲ τὸ πρῶτον καὶ τὸ ἔπειτα, οὐ ταὐτότης σημαίνεται. ὅμως δὲ τὸ πρῶτον καὶ τὸ ἔπειτα οὐκ ἐπὶ ἐξαλλαγῆς οὐσιῶν λαμβάνομεν, ἀλλὰ ἐξαλλαγῆς τοῦ αὐτοῦ σώματος, ἐπ̣εὶ ἐκ̣ φθαρτοῦ ἄφθαρτον καὶ ἐκ ψυχικοῦ πνευματικὸν γέγονεν. ἄλλο οὖν ἐστιν ἀλλαγὴ καὶ ἄλλο ἀλλοίωσις. ἡ μεταβολὴ τῆς ψυχη῀̣ς ποιεῖ τὴν ἀλλοίωσιν, τὴν ἐπαινουμένην λέγω ἢ καὶ τ̣ὴν ψ̣ε̣γομένην· καὶ ἐπὶ τὸ χεῖρον γὰρ̣ ἔστιν ἀλλοιω θῆναι, ὡς εἴρηται· "πῶς ἀμαυρωθήσεται τὸ χρυσίον, πῶς ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν"; καὶ λέγει· "υἱοὶ Σιὼν οἱ τίμιοι ἐπηρμένοι χρυσίῳ καὶ ἀργυρίῳ, πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν" ἑαυτῶν; ἄλλα π̣άλιν δ̣είξει ἀλληγορία· χρυσίον γὰρ εἰς ὀστράκινα σκεύη μεταβεβληκέναι λέγεται οὐ κατ' ἱστορίαν, ἀλλὰ κατὰ ἀναγωγήν. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν". καὶ ἐπεὶ αὐτὴ ἡ ἐπιγραφὴ καὶ ὅλος ὁ ψαλμὸς μυστήρια ἔχει ἐνκεκρυμμένα, διὰ τοῦτο συνέσεως χρεία τῷ τὴν ᾠδὴν ταύτην προφέροντι· "εἰς σύνεσιν" γάρ ἐστιν. καὶ ἔλεγον καὶ ἐπὶ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ, ἐπεὶ μετ' αἰνιγμοῦ ἐλέχθη. "ᾠδὴ" οὖν "ὑπὲρ τοῦ ἀγαπητοῦ". ἡ ᾠδὴ ἡ ἐπινίκιος αὕτη 331 ὑπὲρ τοῦ ἀγαπητοῦ γέγονεν· αὐτὸς γὰρ καὶ τῆς ἀλλοιώσεως αἴτιος γέγονεν· εἶπον γὰρ ὅτι "πλούσιος ὢν ἐπτώχευσεν", ἵνα πλουσίους ἡμᾶς ἐργάσηται, οὐ κατὰ φαντασίαν πλουσίους, οὐκ αἰσθητῶς, ἀλλὰ ἔχοντας "πάντα λόγον καὶ πᾶσαν γνῶσιν". εἶπον ὅτι κατάρα γεγενημένος εὐλογίαν ἐβεβαίωσεν. ὁ ἀγαπητὸς οὖν αἴτιος γέγονεν τῆς βελτίστης ταύτης ἀλλοιώσεως. διὰ τοῦτο ἡ ᾠδὴ αὐτῷ ἀνατίθεται· ὥσπερ καὶ στρατ̣ηγῷ ἢ βασιλεῖ ἡ ἐπινίκιος ᾠδὴ ἀναπέμπεται καίτοι συνκαμόντων καὶ ἄλλων, δορυφόρων, στρατιωτῶν, ἀλλὰ τὸ κεφάλαιον τῆς νίκης τῷ βασιλεῖ ἢ τῷ στρατηγῷ ἐπιγράφεται. ἐπερ · τὸ "ὑπὲρ τοῦ ἀγαπητοῦ"; – ἀντὶ τοῦ "3περί"3· μὴ γὰρ ἀεὶ τὸ "3ὑπέρ τινος"3 λέγεται· "ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον"· μὴ γὰρ ὧδε τὸ "περὶ ἡμῶν" ἀντὶ τοῦ "3συναγορεύων ἡμῖν"3 λέγεται. 2 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. τὸν ψαλμὸν τοῦτον λαμβάνουσίν τ̣ινες καὶ 232 ἐκ προσώπου τοῦ πατρὸς εἰρῆσθαι καὶ ἐκ προσώπου τοῦ τελείου ἀνδρός, τοῦ σοφοῦ. οἶδας δὲ ὅτι ἡ ἐρυγὴ τῆς προκαταβληθείσης τροφῆς τὴν εὐωδίαν προφέρει· οὐδὲν γὰρ ἕτερόν ἐστιν ε᾿̣ρ̣υγὴ ἢ πρόοδος πνεύματος ἀπὸ στομάχου δηλοῦσα τὴν ποιότητα τῶν προκαταβεβλημ̣ένων. ἐάν τις γοῦν τραφῇ μῆλον, τὴν ἐρυγὴν μήλου ποιότητα καὶ εὐωδίαν φέρουσαν ἔχει. ὅταν οὖν ἅγιος τραφῇ τὸν "ἄρτον τῆς ζωῆς" καὶ τὰς Ἰησοῦ σάρκας οὔσας βρῶσιν ἀληθινὴν καὶ τοὺς καρποὺς "τοῦ ξύλου τῆς ζωῆς" καὶ πίῃ τὸν τρυγώμενον ἀπὸ "τῆς ἀμπέλου τῆς ἀληθινῆς" οἶνον, ἐρυγὴν ἔχει κατάλληλον τοῖς προκαταβεβλημένοις βρώμασιν. ὁ οὕτω τραφεὶς καὶ ἐρυγεὶς σημαίνεται· "ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν". καὶ ἐπεὶ περὶ νοητῶν ἐστιν, οὐκ ὠ´̣κνησεν ἀντὶ στομάχους θησαυρὸν εἰπεῖν τὴν καρδίαν. ὁ οὖν τραφεὶς τὴν μακαρίαν τροφὴν καὶ ἀπολαύσας τῶν σαρκω῀̣ν Ἰησοῦ καὶ τοῦ "ἄρτου τῆς ζωῆς", τοῦ ἄρτου τοῦ οὐρανίου, προφέρει λόγους καταλλήλους οἷς ἐτράφη καὶ ἐρε̣ῖ· "ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν". τέως οὖν περὶ τοῦ ἀνθρώπου λέγο̣μ̣εν. οἱ υἱοὶ Κόρε τουτῷ αὐτῷ νοῒ καὶ τῷ αὐτῷ πνεύματι τοὺς ὕμνους προφέροντες ἑνικῶς αὐτοὺς προφέρουσιν. ὡς τό· "ὃν τρόπον ε᾿̣πιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου", οὕτω καὶ ἐνταῦθα ὡς εἷς καὶ ε῾̣νικῶς λέγουσιν· "ἐξηρεύξατο ἡ καρδία μου". ἀναφέρεται δὲ αὕτη εἰς ἕκαστον τῶν σοφῶν· εἰ γὰρ ὁ σοφὸς ἃ ἔχει ἐν τῇ καρδίᾳ καὶ ἃ ἐτράφη, ταῦτα

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.