Commentarii in Psalmos Unit 55 opening
Unit 55.
Lemma-led open — ἐξολεθρεύσει κύριος πα´̣ντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα
Greek
προφέρει παιδεύων, ἐξηρεύξατο τὸν ἀγαθὸν λόγον. ἐξ οὗ πάλιν συνάγει ὁ λόγος, ὅτι εἴ τις μὴ τραφεὶς θέλει προφέρειν λόγον, οὔκ ε᾿̣στιν ἐρυγὴ ἀγαθή. καὶ πάλιν ὁ χειρίστας τροφὰς τραφεὶς μοχθηρὸν καὶ πονηρὸν ἔχει λόγον παιδεύσεω̣ς εἶτα λέγει 2 λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. εἰς τοσοῦτόν εἰσιν πεπαρρησιασμέντα τὰ ἔργα μου καὶ 332 κατάγνωσιν μηδεμίαν φέροντά μου μηδὲ ἔνκλημα. λέγω αὐτῷ τῷ βασιλεῖ, τῷ κριτῇ. 2 ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὁ λόγος μου σημαινόμενος διὰ τῆς γλώττης. πολλαχοῦ εὑρήσεις ἀντὶ τοῦ λόγου τὴν γλῶτταν. ὡς ἐὰν λέγῃ· "ἐξολεθρεύσει κύριος πα´̣ντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα", τὸν λόγον λέγει μεγαλορήμονα. 3 ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. καὶ οἱ τῶν ἀνθρώπων υἱοί, τουτέστιν οἱ τοῦ κόσμου σοφοὶ καὶ οἱ ὅπως ποτε`̣ ἐπαγγελλόμενοι διδασκαλίαν, δοκοῦσιν κάλλος ἔχειν ἐν τοῖς λόγοις ἑαυτῶν. τοῦ δε`̣ ἡμετέρου λόγου τὸ κα´̣λλο̣ς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐστίν, θεό πεμπτόν ἐστιν, θεόδοτόν ἐστιν, ἀληθινὴ σοφία ἐστίν. ἔχ̣ει τι οὖν πλεῖον παρὰ τοὺς τῶν ἀνθρώπων υἱοὺς τοὺς ἀπὸ καρδίας ἑαυτῶν φθεγγομένους τῆς σπουδῆς κ̣α̣ὶ μαθήσεως ἑαυτῶν λόγους συναγαγόντας καὶ μαθήματα. λοιπὸν ἄκουε· ἐκ προσώπου τοῦ πατρὸς λαμβάνεται ὁ ψαλμός. καὶ σχεδὸν πάντες οἱ εἰς τὸ κοινὸν λέγοντες οὕτω λαμβάνουσιν. τὰ ὑπερφυῆ κ̣αὶ μεγάλα καὶ ὑπέρτερα τῶν νοημάτων μόλις διὰ πολλῶν παραδειγμάτων φανεροῦται. θ̣έλοντες οὖν πολλάκις εἰπεῖν ὅτι εἷς ἐστιν ὁ θεός, μυρία λέγομεν. λέγομεν ὅτι οὐδὲν αὐτῷ συνδυάζει, οὐκ ἔστιν ἐν αὐτῷ ὕλη καὶ εἶδος, μονάς ἐστιν, ἑνάς ἐστιν, καὶ μόλις διὰ τοῦ πλήθους τῶν λέξεων φανεροῦμεν αὐτά. ὅταν δὲ θέλω περὶ οἴνου εἰπεῖν, ἀρκεῖ εἰπεῖν οἶνος· εἰδόσιν γάρ, τί ἐστιν, λ̣έγετ̣α̣ι· καὶ μόνον τὴν ἔννοιαν διὰ λέξεως σημαίνομεν. περὶ γῆς ταὐτ̣όν. οὐ πολλῶν ἡμῖν χρεία λόγων. ὅταν̣ δὲ λέγωμεν ὅτι ὁ θεὸς γῆ ἐστιν αὐτοῦ λέγοντος· "μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη"; μυρία ὅσα λέγομεν ἵνα δηλώσωμεν, πῶς ὁ θεὸς λέγεται γῆ. πάλιν ἐὰν λέγωμεν αὐτὸν πηγήν, οὐχ ὁλίγα λέγομεν ὡς ὅταν περὶ αἰσθητῆς πηγῆς ἀπαγγέλλωμεν. περὶ δὲ θεοῦ πολλὰ λέγομεν ὅτι· ἐπεὶ τὰ προσόν̣τα τῷ θεῷ καὶ τὸ πλήρωμα τῶν ἀγαθῶν αὐτοῦ οὐκ ἔξωθέν ἐστιν ἐπ̣ιρ̣ε´̣ον καὶ ἐπιχορηγούμενον, ἀλλὰ αὐτὸς πλήρης τῶν ἀγαθῶν. τὸ πλήρωμα οὖν τῶν καλῶν, τὸ πλη´̣ρωμα τυγχάνων τῶν ἀρετω῀̣ν λέγεται πηγή. καὶ ἡ ἐκ πατρὸς τοίνυν τοῦ 233 σωτῆρος γέννησις οὐ πρόχειρος οὖσα οὐδὲ λημπτὴ τοῖς θέλουσιν, ἀλλ' ἐκείνοις μόνοις, οἷς ἀποκάλυψις τ̣οῦ πατρ̣ὸς̣ γέγονεν καὶ τοῦ υἱοῦ–ὥσπερ γὰρ ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱόν, καὶ ὁ υἱὸς τὸν πατέρα–, πολλῶν παραδειγμάτων χ̣ρεία, ἵνα ἡ οἰκειότης τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ ἡ γέννησις φανερωθῇ. λέγει γοῦν αὐτὸν "ἀπαύγασμα φωτός". τὸ ἀπαύγασμα οὐκ ἔξωθεν τοῦ φωτός ἐστιν. ἐξ αὐτοῦ γεννᾶται. καὶ οὐ προϋπάρχει τὸ φῶς τοῦ ἀπαυγάσματος· ἅμα γὰρ φῶς καὶ ἀπαυ´̣γασμα. ἐὰν οὖν θέλωμεν δεῖξαι ὅτι ἀΐδιος γέννησίς ἐστιν τοῦ υἱοῦ, ἀΐδιον ἐξ ἀϊδίου λέγομεν αὐτὸν α᾿̣π̣αύγ̣α̣σμα φωτός. οἱ ἑτερόδοξοι δὲ οὐκ ἴσασιν, πῶς ἕκαστα τούτων λε´̣γ̣ε̣τ̣αι, καὶ οὐχ ὡς ὑποδείγματα αὐτὰ λαμβάνουσιν καὶ λέγουσιν ὅτι· 333 "3τὸ φῶς οὐσία ἐστίν, τὸ ἀπαύγασμα ἐνέργειά ἐστιν. οὐκοῦν ἐνέργεια οὐσίας ἐστὶν ὁ υἱὸς καὶ οὐκ οὐσία"3; οὐ νοοῦσιν δέ, διὰ τί τοῦτο ἐλέχθη· ἵνα μάθῃ ὅτι οὐ προϋπάρχει τοῦ υἱοῦ ὁ πατήρ· μὴ γὰρ αἰσθητὸν φῶς ἐστιν ὁ πατὴρ καὶ αἰσθητὸν ἀπαύγασμά ἐστιν ὁ υἱός. ἐπὶ τῶν ἀνθρωπίνων διδασκαλία γέγονεν, ἵνα ἐξ ὧν ἴσμεν ἃ μὴ ἴσμεν μανθάνωμεν. οἴδαμεν δὲ ὅτι οὐ προϋπάρχει τὸ φῶς τοῦ ἀπαυγάσματος. πάλιν λέγεται ὁ πατὴρ πηγὴ σοφίας· "κατελείψατε" γὰρ "τὴν πηγὴν τῆς σοφίας". θέλει δεῖξαι ὅτι ὥσπερ οὐκ ἀλλότριόν ἐστιν τὸ ὕδωρ τῆς πηγῆς, οὕτως οὐδὲ ἡ σοφία τοῦ "μόνου σοφοῦ"·
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.