Unit 55 rem close
Rem CLOSEOUT: Unit 55 CLOSEOUT.
Greek
β̣ο̣ύλεται θεός, ὅτι ὥσπε̣ρ̣ ····· "φυλάττειν καὶ ἐργάζεσθαι" τὸν παρά δ̣εισον α̣υ᾿̣τ̣ῷ ἐποιήσατο. ὁμοίως οὐκ ἀπομ̣ε̣ρίζ̣ο̣μ̣εν̣ το`̣ του῀̣τ̣ο̣ λε´̣γ̣ο̣ν ἐκτὸς τοῦ λόγου, ὡς ἐὰν ····· ····· ···ο̣····· ···ς̣ δ̣ια̣λέγομαι, ἀπαγγε´̣λλ̣ω, νοῶ, ο̣ὐ πάντα ἀπομερίζωμεν τη῀̣ς ψυχῆς οὐδὲ πάν̣τα τ̣οῦ σω´̣μ̣α̣τος̣, ἀλ̣λ' ὁ ἐξ ἀμφοτέρων συνκείμενος λέγει ὃ νοεῖ. ἡ ἐνέργεια δὲ αὕτη̣ ψυ̣χ̣η῀̣ς̣, λέγων ὁ σύνθ̣ε̣τ̣ός̣ ε᾿̣σ̣τιν. ἐὰν δὲ λέγω ὅτι ὀξέως βαδίζω ἢ θερμαίνομ̣αι ἢ ῥι̣γῶ, περὶ τοῦ σώματος ἑα̣υ̣τοῦ νῦν̣ ὁ σ̣υ´̣ν̣θετ̣ός ἐσ̣τιν̣ λέγων. "ἡ γλῶσσά μου ὡς κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων". ο῾̣ ε̣υ᾿̣α̣γ̣γ̣ελικὸς λόγος παρὰ πάντας το̣υ`̣ς̣ α᾿̣νθρωπίνους λόγους ἐστίν. ε̣····α̣φ̣····· ······μ·· τοῦ ἀνθρώπου τοῦ προσλημφθέντος καὶ τοῦ προλαβόντος λόγου θ̣εοῦ ····τ̣···· λ̣ο´̣γ̣ο̣ς ἀγαθὸς καὶ βασιλεύς ἐστιν. 3 ἐξεχύθη χάρις ἐν χείλεσίν σου. ἑρμήνευται τοῦτο ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ̣· ὁπ̣ηνίκα γὰρ εἰσῆλθεν εἰς τὴν συναγωγὴν ἐν τῇ Καφαρναούμ, "κ̣α̣ι`̣ ε᾿̣π̣εδο´̣θ̣η αὐτῷ τὸ βιβλίον τοῦ προφήτου Ἰσαίου", ἵνα ἀναγνωσθῇ, εἶπεν· "καὶ πάντες ἐθαύμαζον ἐπ̣ὶ τ̣ο̣ῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ το̣ῦ στόματο̣ς αὐτοῦ". οὕτως ε̣ἰσι`̣ν α̣υ᾿̣τ̣οῦ οἱ λόγοι κ̣εχαρ̣ιτωμέν̣ο̣ι ὡς κρατεῖν τοὺς ἀκούοντας. ἀκο̣ύοντ̣α̣ς δ̣ε`̣ κατὰ νόησιν λέγει, οὐ τοὺς ····· ·· ··· κατὰ τὴν ἀκοήν· πάντ̣ε̣ς γὰρ α᾿̣κούουσιν τ̣οῦ εὐαγγ̣ε̣λ̣ί̣ου, καὶ "Ἕλληνες καὶ ᾿Ι̣ουδ̣αῖοι" ····· ········ε̣··· ἀλλ' οὔκ εἰσ̣ι̣ν τὴν χάρ̣ι̣ν τῶν λ̣ο´̣γ̣ων ····· ····· ··ς δεῖ πον·υσα········ ····· ἐπ̣ε̣ρ · ἕτ̣ε̣ρ̣ον̣ πρόσωπόν ε᾿̣σ̣τ̣ι̣ν ὧδ̣ε̣; –"ἐξεχύθη ἡ χάρις 337 ἐν χείλεσίν σου" ἤτοι τὸ ἅγιον πνεῦμα ἢ ὁ συνγραφεὺς λέγει τοῦτο. ἐνίοτε δὲ καὶ ὁ πατὴρ μαρτυρῶν λέγει· χείλη γὰρ πολλάκις εἰρήκαμεν σημαίνειν τὸν λόγον· "καὶ" γὰρ "ἄδικα χείλη μακρὰν ἄπωσαι ἀπ' ἐμοῦ". 3 διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς ὁ θεός σου εἰς τὸν αἰῶνα. καὶ τοῦτο περὶ τοῦ ἀνθρώπου λέγεται· τὸ γὰρ μετ' αἰτίας εὐλογηθῆναι οὐ τοῦ θεοῦ λόγου ἐστίν. αὐτός ἐστιν ἡ εὐλογία, ἡ πηγὴ τῆς εὐλογίας. 236 αἰτία δὲ κεῖται ὧδε τὸ "3διὰ τοῦτο"3, ὥσπερ καὶ ἐν τῷ· "διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου". τὸ ἐπ' αἰτίᾳ δὲ κεχρῖσθαι δηλοῖ σπουδαῖον εἶναι τὸν κεχρισμένον· ποιήσας γὰρ δικαιοσύνην καὶ ἀνομίαν μισήσας τετύχηκεν τοῦ χρίσματος. διὰ τοῦτο εὐλόγηται εἰς τὸν αἰῶνα, ἐπεὶ ἔσχεν γλῶτταν κάλαμον ὀξυγράφου, μᾶλλον γράφοντος. περὶ τοῦ ἀνθρώπου ταῦτα λέγει. καὶ ἐπειδὴ ἀδιάδοχον ἔχει τὴν ἱερωσύνην καὶ τὴν διδασκαλίαν–κἂν γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ παρέλθῃ, μένουσιν αὐτοῦ οἱ λόγοι–, εἰς τὸν αἰῶνα εὐλογήθη. 4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. πολλάκις ὁ μηρὸς ἐπὶ τῶν ἀνδρικῶν κινημάτων. ἐλέγομεν γοῦν ὅτι τοὺς ἔχοντας ὑγρότητα ἀκολασίας διαβάλλων ὁ λό γος ἐν τῷ Ἰεζεκιὴλ λέγει· "καὶ πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ", ἀντὶ τοῦ· ἡ ὀσφῦς, τὰ γενέσεως πράγματα, μολύνεται ὑγρασίᾳ. περὶ μέντοι τοῦ σπουδαίου οὐ ῥηθείη ταῦτα. ἔχεις γοῦν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην παρὰ τοῦ νυμφίου λεγόμενον· "ὅμοιοι ὁρμίσκῳ"–ἐπεὶ παντελῆ ἁγνείᾳ σαυτὴν ἀνέθηκας, ὦ ψυχὴ ἢ ἐκκλησία, ἣ οὐκ ἄλλῳ ἢ τῷ ἀληθινῷ νυμφίῳ, τῷ θεῷ λόγῳ, εὐτρέπισας–"ῥυθμοὶ τῶν μηρῶν σου". ὁρμίσκῳ, περιτραχηλίῳ̣ κόσμῳ, ὡμ̣οίωται. σημαίνει δὲ πολλάκις κόσμον περιτραχήλιον ἡ ὑποταγή. σημαίνει κα̣ὶ ὅτι ὑποτέτακται ἡ ἐκκλησία. ὁ Παῦλος λέγει ὅτι· "αἱ γυναῖκες οὕτως ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἡ ἐκκλησία τῷ Χριστῷ". ὁ ῥυθμὸς οὖν τῶν μηρῶν σου τῶν ὡσανεὶ ἐπιθυμιῶν καὶ ὀρεκτικῶν δυνάμεων ῥερυθμισμένοι εἰσὶν κατὰ τὸν ποικίλον ὁρμίσκον. καὶ τὸ μὲν κατὰ ἀναγωγὴν λημπτέον, τὸ δὲ καὶ κατὰ τὴν ἱστορίαν τὸ περὶ τῶν ἀκολάστων τό· "πᾶς μηρὸς ὑγρανθήσεται ὑγρασίᾳ". καὶ ὁ τῆς ψυχῆς μηρὸς καὶ ὁ τοῦ σώματος ὑπουργεῖ τῇ ἀκολασίᾳ. διὰ τοῦτο ὁ Ἀβραὰμ ἐκπέμπων τὸν πρε̣σβύτερον τῆς οἰκίας ἑαυτοῦ, τὸν θεῖον καὶ σοφὸν ἐκεῖνον παῖδα ἐπὶ μνηστείᾳ τῆς Ῥεβέκκας–πρὸς̣ τὸ ῥη̣τὸν λέγω–ἐποίησεν αὐτὸν θεῖναι τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν τοῦ Ἀβραάμ, ἵν' οὕτως ἀμέμπτως καὶ ἁγνῶς ἀγάγῃ τὴν παρθένον· ἐξωρκίσθη γὰρ ὑπὸ τὸν μηρὸν τὴν πρᾶξιν αὐτοῦ τεθ̣εικω´̣ς, ὑπὸ τὴν ἀφροδίσιον, ἵν' οὕτως εἴπω, ὁρμήν· οὕτω γὰρ καὶ ἀβλαβῆ τὴν παρθένον ἐκόμ̣ισεν̣. ἐπεὶ τοίνυν διὰ γενέσεως ἀνθρωπίνης ὁ σωτὴρ ἀνεδέξατο τὸν ναόν, λέγει πρὸς αὐτὸν ὄντα δυνατόν–θεὸς γὰρ λόγος ἐστίν –· "περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.