Commentarii in Psalmos Unit 56 opening
Unit 56.
Lemma-led open — 3δυνατὸν
Greek
μηρόν σου, δυνατέ". λέγομεν οὖν· καὶ ὁ πιστὸς ἄνθρωπος, ὁ ἐνκρατής, ὁ θεοῦ 338 μιμητής, τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὸν ἠκονημένον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον ζώννυται περὶ τὸν μηρόν, ἵν' ἐκτέμνῃ τὰς περιττὰς ἐπιθυμίας· ὁ γὰρ τίμιον μεταλαβὼν γάμον μετέρχεσθαι καὶ κοίτην ἀμίαντον φυλάττειν ἔχει τὸν τοῦ θεοῦ λόγον ῥομφαίαν περιτέμνοντα. ἐὰν οὖν "3δυνατὸν"3 ἐνταῦθα λέγῃ τὸν θεὸν λόγον ἢ τὴν ψυχὴν τὴν συνεζευγμένην αὐτῷ, μηρὸν λέγει τὴν ἐνανθρώπησιν, τὴν ἐκ γυναικὸς γένεσιν. περίζωσαι οὖν ταύτην τὴν ῥομφαίαν μενούσης τῆς ὡραιότητός σου καὶ τοῦ κάλλους σου. κάλλος δὲ καὶ ὡραιότης ἡ ἀναμαρτησία ἐστίν, ὅταν περὶ τῆς ψυχῆς λέγηται· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. ἐὰν δὲ περὶ τοῦ θεοῦ λόγου, τοῦτο λέγει ὅτι· τὸ κάλλος τοῦ θεοῦ καὶ ἡ ὡραιότης παραμένει σοι ἀνθρώπῳ γεναμένῳ· οὐ γὰρ μετέβαλες ἀπὸ τοῦ εἶναι λόγος καὶ θεοῦ λόγος. καὶ πρὸς ἕκαστον δὲ λοιπὸν τῶν σωφρόνων λέγεται ὅτι· ἐπιθοῦ κάλλος καὶ ὡραιότητα ἐκ τῶν λοιπῶν ἀρετῶν, πρόσλαβε καὶ τὴν σωφροσύνην, τὸν λόγον τὸν τέμνοντα. ἐπερ · ἵνα τὴν ῥομφαίαν ποίαν λάβωμεν; –τὸν λόγον τὸν περὶ σωφροσύνης, τὸν λόγον τὸν καθόλου, τὸν ἐκτέμνοντα. 247 ἰδοὺ σοφὸς ὑποκείμενος ἐλέγχοις. οὗτος προκόπτων καὶ ἀρχόμενός ἐστιν. ὁ δὲ τέλειος ἀτάραχός ἐστιν· οὐκ ἐλέγχοις ὑπόκειται, οὐκ ἐκκλίνει ἐκ στόματος, τουτέστιν τοῦ λόγου, τοῦ θεοῦ. "γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι"· καί· "δίκαιος αὐτοῦ κατήγορος ἐν πρωτολογίᾳ". ὅλως ἔχει, ὃ κατηγορήσει ἑαυτοῦ. ὁ δὲ ἀληθῶς τέλειος δίκαιος οὐχ ἁμαρτάνει· "πᾶς" γὰρ "ὁ ποιῶν 237 δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται", καὶ "πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ". ὁ μὴ ποιῶν ἁμαρτίαν τέλειος δίκαιός ἐστιν, περὶ ὧν καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ εἴρηκεν· "πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον". τ̣ὸ δ̣ε`̣ βρῦξαι τοὺς ὀδόντας καταγνόντος ἐστὶν ἑαυτοῦ· παρατηρησάμενος γὰρ οὐχ εἷλεν αὐτόν, οὐκ ἔβαλεν, οὐκ ἔτρωσεν, καὶ οὕτως ἐπὶ τῇ ἀποτυχίᾳ β̣ρ̣ύχει τοὺς ὀδόντας. μεταμέλειαν δὲ π̣ολλάκις ὁ βρυγμὸς τῶν ὀδόντων σημαίνει, ὡς καὶ ἐν εὐαγγελίῳ περὶ τοῦ δεθέντος ποσὶν καὶ χερσὶν καὶ βληθέντος εἰς τὸ σκότος τὸ ἐξώτερον "τὸ η῾̣τοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ"· "ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων". τὸ δὲ "3ἐκεῖ"3 πάλιν ὧδε τὴν κατάστασιν τὴν̣ τοιάνδε σημαίνει. 13 ὁ δὲ κύριος ἐνγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. τὸν ἁμαρτωλὸν τὸν βρύξοντα τοὺς ὀδόντας κατὰ τοῦ δικαίου· "προβλέπει" γὰρ "ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ". προορῶν ὁ κύριος ὅτι ἡ ἡμέρα αὐτοῦ ἐλεύσεται καθ' ἣν καταδικασθήσεται, καταγελάσει τοῦ ἁμαρτωλοῦ. τὰ τοιαῦτα δὲ ῥήματα λεγόμενα ἐπὶ θεοῦ ἀνθρωποπαθῶς μὴ ἀκουέσθωσαν. θεοπρεπῶς δὲ τὸν νοῦν αὐτῶν ἐκλαμβάνομεν· εἴρηται γοῦν· "ὁ κατοικῶν ἐν οὐρανοῖς ἐγγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς". οὐκ ἀνθρωπολογεῖται τοῦτο, οὐκ ἀνθρωποπαθῶς ἐπὶ θεοῦ ἐκλαμβάνομεν. καὶ πάλιν ἐν τῇ Ἐξόδῳ λέγει· "ὅσα ἐνπέπαιχα τοῖς Αἰγυπτίοις". ὁ ἐνπαιγμὸς ὧδε πάλιν τοιαύτην ἔχει διάνοιαν· οὐ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.