Commentarii in Psalmos · §u55-rem-early

Unit 55 rem early

Rem early: Unit 55; lemma and argument toward the thesis.

Greek

"μόνον" γὰρ "σοφὸν" τὸν πατέρα λέγει, οὐκ ἄν τινα τῶν γενητῶν εἰρηκὼς "μόνον σοφόν"· πολλοὶ γάρ εἰσιν οἱ παρονομαζόμ̣ενοι ἀφ' ἧς ἔχουσιν σοφίας. οὐ παρονομαζόμε νος δὲ ἀπὸ σοφίας ὁ πατὴρ λέγεται σοφός, ἐπεὶ οὐκέτ̣ι μόνος ἦν πολλῶν ὄντων τῶν μετεχόντων σοφίας καὶ ἀπ' αὐτῆς λεγομένων σοφῶν, ἀλλὰ "μόνος σοφὸς" λέγεται πηγάζων σοφίαν, γεννῶν σοφίαν, ὡς μὴ διενεγκεῖν τὸν "μόνον σοφὸν" καὶ σοφίαν εἰπεῖν καὶ τὴν σοφίαν "μόνον σοφόν", ὡς εἶναι σοφὸν ἐκ σοφοῦ. και`̣ ἐνταῦθα οὖν πάλιν τὴν οἰκειότητα τὴν υἱοῦ πρὸς τὸν πατέρα καὶ τὴν ἀπ' αὐτοῦ γονὴν ὁ λόγος βουλόμενος δεῖξαι πηγὴν εἶναι σοφίας τὸν πατέρα καὶ πηγὴν ζωῆς λέγει· λέγεται γὰρ καὶ πηγὴ ζωῆς· "ἐμὲ ἐνκατέλιπον, πηγὴν ὕδατος ζῶντος". καὶ ἐνταῦθα τοίνυν πάλιν βουλόμενος δεῖξαι ὁ λόγος, ὅτι ὁ σωτὴρ οὔκ ἐστιν ἄλλος τῆς τοῦ πατρὸς οὐσίας, λόγον ἀπὸ καρδίας αὐτὸν ἐρευχθέντα λέγει· "ἐξηρεύξατο" γὰρ "ἡ καρδία μου λόγον ἀγαθόν". καρδίαν δὲ ἔχει ὁ θεὸς οὐκ ἄλλην ἑαυτοῦ· ἡ γὰρ καρδία τὸν νοῦν σημαίνει. αὐτὸς δὲ νοῦς ἐστιν. καὶ ὥσπερ λέγεται ἔχειν ἀθανασίαν οὐχ ἑτέραν παρ' αὐτὸν καὶ ἔχειν ζωὴν ἐν ἑαυτῷ οὐκ ἄλλην οὖσαν αὐτοῦ, οὕτω καὶ καρδίαν ἔχει οὐχ ἑτέραν αὐτοῦ τυγχάνουσαν· νοῦς γάρ ἐστιν, νοῦ γέννημά ἐστιν ὁ υἱός. ὁ λόγος δὲ νοῦ γέννημά ἐστιν. "ἐξηρεύξατο" οὖν "ἡ καρδία μου λόγον ἀγαθόν". καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἡ καρδία ἡ γεννήσασα καὶ τὸ γέννημά ἐστιν ἀγαθόν, εἶπε τὸ γέννημα· ἀναμφίβολον γάρ ἐστιν τοῦ γεννήματος ἀγαθοῦ ὄντος μὴ καὶ τὸ γεννῆσαν ἀγαθὸν εἶναι. τάχα δὲ ἔνπαλιν οὐ σῴζεται. συμβαίνει γεννηθὲν ἐξ ἀγαθοῦ μὴ ἀγαθὸν εἶναι ὅταν τροπὴν ὑποστῇ. ἐπειδὴ δὲ ἄτρεπτός ἐστιν ὁ λόγος καὶ οὐχ ὥσπερ τὰ ἄλλα τρεπτῶς ἔχει, οὕτω καὶ τὸ ἀγαθὸν ἐκ τῆς καρδίας τοῦ ἀγαθοῦ πατρὸς ἔσχεν τὴν γέννησιν. πάλιν ἐπεὶ παρὰ ἀνθρώποις γνήσια γεννήματα τὰ ἐκ γαστρὸς προφερόμενά ἐστιν, λ̣έγει πάλιν· "ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε". γαστρὸς ἴδιόν ἐστιν τὸ γεννᾶν ὥσπερ καὶ χειρῶν τὸ ποιεῖν. ὅταν γοῦν θέλῃ γνήσιον ποιητὴν καὶ ἀληθῶς δημιουργὸν τῆς̣ κτίσεως τὸν θεὸν εἰσαγαγεῖν, χειρῶν 334 αὐτοῦ ἔργα λέγει τὴν κτίσιν· "ὄψομαι" γὰρ "τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου". "ἔργα τῶν χειρῶν μού εἰσιν οἱ οὐρανοί". καὶ ἐπεὶ οἴονταί τινες, ὅτι τὸ γεννᾶν καὶ τὸ κτίζεσθαι ταὐτόν ἐστιν, ο̣ὕτω̣ς̣ μὲν εἰ εἰ῀̣χ̣εν, ἠκολούθει ἀ`̣ν εἰπεῖν· "γεννήματα τῶν χειρῶν μού εἰσιν οἱ οὐρανοί", ἢ εἰπε̣ῖν· "ἐκ χειρὸς ἐξεγέννησά σε". οὐχ ὅτι̣ ουνα , ἀλλ' ὅτι τῷ κα̣τ' ἐπίνοιαν διαφέρει ταῦτα. ἡ οἰκειότης μέντοι ἡ ἐκ τοῦ πατρὸς διὰ πάντων τούτων δηλοῦται. ὡς ἔλεγον μικρῷ πρότερον, ὅτι ἐὰν λέγῃ τις ἓν μόνον 234 αἰσθητῶς, δι' ὀνόματος κυ̣ρίου ὠνόμασεν. ἐπὶ θεοῦ πάντα ταῦτα λέγω, ἵνα διὰ πάντων ἐκτὸς αὐτὸν ποιήσω τῶν δυναμ̣ένων κατὰ ψευδοδοξίαν περὶ θεοῦ λεχθῆναι. καὶ ὧδε οὖν ἡ καρδία τοῦ πατρὸς γεννᾷ. καί–ἐπ̣ι`̣ τ̣ω῀̣ν̣ α᾿̣νθ̣ρ̣ωπίνων τέως λέγω–ὁτὲ μὲν γεννητικοὶ γίνονται νοημάτων̣, ὁτ̣ε`̣ δε`̣ ἐ´̣ξωθεν δι̣α`̣ δ̣ι̣δα̣σκαλίας λαμβάνουσιν αὐτά. οὐ λέγονται οὖν πατέρες νοημάτων ὧν ἄλλοθεν μ̣όνοι κ̣ατ' αὐτὰ πεποιωμένοι προφέρονται. ἀμέλει γοῦν τοὺς εὑρετὰς τῶν ἐπιστημῶν πατέρας τῶν ἐπιστημῶν λέγομεν, τοὺς δὲ παρ' ἄλλων μαθόντας οὐ λέγομεν πατε´̣ρας τῶν ἐπι̣σ̣τ̣ημῶν. λέγουσιν γοῦν, ὅτι νομοθεσίας πατὴρ γέγονεν πρῶτος Μωϋσῆς ὅτι οὐ παρ' ἄλλου τοὺς νόμους ἔσχεν̣, ἀλ̣λ' αὐτὸς ὑπὸ θεοῦ εἰς τοῦτο ἠ´̣χθη. "ἐξηρεύξατο" οὖν "ἡ καρδία μου λόγον ἀγαθόν". ὡς ἐκ̣ γαστρὸς γέννημα καὶ, οὕτω καὶ ὁ ἐν καρδίᾳ ἀγαθὸς λόγος. καρδία δὲ ἐπὶ θεοῦ καὶ γαστὴρ οὐκ ἄλλο καὶ ἄλλο ἐστίν. "λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ". γέγονεν ὧδε μεταβολὴ ἀθρο´̣α τοῦ προσώπου. αὐτὸς ὁ γεννηθεὶς ἀγαθὸς λόγος σύμφωνος ὢν τῷ πατρὶ λέγει· "λέγω τὰ ἔργα μου τῷ βασιλεῖ"· ὥσπερ γὰρ ἐὰν ἀκούωμεν ὅτι· "εἶπεν ὁ θεός Γενηθήτω", καί· "αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, ἐνετείλατο, καὶ ἐκτίσθησαν", οὐκ ἀνθρω̣πίνως ἀκούομεν ταῦτα· οὐ γα`̣ρ α᾿̣γ̣νοοῦντι τῷ υἱῷ τί δεῖ γενέσθαι καὶ πῶς δεῖ, ἐνετείλατο καὶ εἶπεν, ἀλλ' ἡμῶν ἕνεκα, ἵνα δειχθῇ η῾̣ συμφωνία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὅτι βουλήματι ἑνὶ γέγονεν τὰ πάντα καὶ προνοεῖται τὰ ὅλα· ἐπεί· "καὶ εἶπεν ὁ θεός Γενηθήτω", νομίζεις, ὅτι προφορικῷ κέχρηται λόγῳ; ἐλέγομεν, ὅτι τὸ ἔργον φθάνει τὸν λόγον, καὶ ὁ λόγος οὔκ ἐστιν πρότερον χρόνῳ τοῦ ἔργου, ἀλλ' ἐπινοίᾳ μόνῃ. εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς τὸ εἰπεῖν δ̣ε̣ῖ ἀκοῦσαι; οὐ κατὰ μεταβατικὴν φωνὴν ἀκούομεν̣, ἀπὸ στόματος μεταβαινούση̣ς εἰς ἀκοὴν τῆς φωνῆς. ἵνα τὸ σύνφωνον δειχθῇ, ταῦτα λέγ̣εται καὶ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.