Unit 56 rem early
Rem early: Unit 56; lemma and argument toward the thesis.
Greek
λέοντας ἐπήγαγεν ἐπ' αὐτούς, οὐ δράκοντας, οὐ τοὺς ἄλλους μεγάλους θῆρας, ἀλλὰ σκνῖπα καὶ κυνόμυιαν ἐπὶ βατράχῳ καὶ κάμπῃ. ἐπερ · τὸ "3κατεπόντισεν"3 τί; –ἀλλὰ ἐκεῖ οὐ λέγει· "ἐνπέπαιχα αὐτούς". 14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ καὶ ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα. ἡτοίμασαν ῥομφαίαν, ἵνα πτωχὸν καὶ πένητα καταβάλωσιν. ἀναστρέφεται καὶ εἰς τὴν αὐτῶν ἔρχεται καρδίαν, ὡς τὸ λεγόμενον· "ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐνπεσεῖται εἰς αὐτόν". καὶ πάλιν· "καὶ ἡ θήρα, ἣ ἔκρυψαν, συνλαβέτω αὐτούς". καὶ ἐν Ἐκκλησιαστῇ λέγει· "καθαιροῦντα φραγμόν, δήξεται ὄφις". τὸν ἄλλου φραγμὸν καθαιροῦντα ὄφις δήξεται, τὴν ἀσφάλειαν ἄλλου καθαιροῦντα. "ῥομφαίαν ἐσπάσαντο"· ἀπὸ τῆς θήκης ἐσπάσαντο εἰς φανερὸν αὐτὴν ···γαν. δύναται ῥομφαία ὁ σὺν δόλῳ λόγος εἶναι· ἐκσπῶσιν γάρ, ἵνα διὰ τούτου πλήξωσιν. ἔχεις ἐν Παροιμίαις λεγόμενον· "εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳν, γλῶσσαι δὲ σοφῶν ἰῶνται". εἰσὶν οἳ ἐν τῷ λέγειν τιτρώσκουσιν μαχαίρᾳ. δοτικῇ δὲ ἀναγνωστέον· εἰσὶν οἱ ἐν τῷ λέγειν τιτρώσκοντες μαχαίρᾳ. οἱ φθείροντες ἤθη χρηστὰ ὁμιλίαις κακαῖς, ἐν τῷ λέγειν τιτρώσκουσιν μαχαίρᾳ. "καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα"· ὁ λ̣όγος αὐτῶν οἷα μάχαιρα βλάπτει καὶ τιτρώσκει. ἐν τῷ λέγειν οὖν εἰσίν τινες τιτρώσκοντες μαχαίρᾳ, αἱ δὲ τῶν σοφῶν γλῶσσαι, οἱ λόγοι τῶν σοφῶν, ἰῶνται. αἱ μάχαιραι αὗται φαρμάκου εἰσίν, οὐ τιτρώσκουσιν, οὐ πλήττουσιν, ο̣υ᾿̣ τ̣ρ̣αυματίζουσιν, ἀλλ' ἰῶνται τὰ γενόμενα ὑπ' ἄλλων λόγων τραύματα. τόξον ἐστὶν ἐντεινόμενον τὸ ἡγεμονικὸν τὸ οὕτως ἑτοιμασμένον ὥστε βέλη ἀπ' αὐτοῦ ἀπολύεσθαι. οὗτοι δὲ ἔστωσαν πονηροὶ λογισμοί, λόγοι βλαπτικοί. "ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν". 14 τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὧδε "3εὐθεῖς τῇ καρδίᾳ"3 ἀκούομεν ὡς τὸν ἐλεγχόμενον δίκαιον καὶ τὸν σοφὸν καὶ τὸν δίκαιον τὸν ἑαυτοῦ κατηγοροῦντα. ἐν τῷ εὐαγγελίῳ κεῖται ἐκ προσώπου τοῦ κυρίου ὅτι· "πάντες οἱ λαβόντες μάχαιραν μαχαίρῃ ἀπολοῦνται". καὶ οἴονται οἱ πολλοί, ὅτι τοῦτο λέγει ὅτι πάντως ὁ σφάξας ἄνθρωπον σφαγήσεται. οὐ φαίνεται δὲ τοῦτο ἀναντίρρητον· πολλοὶ φονεῖς ἰδίῳ τέλει κέχρηνται· ἀλλὰ τοῦτο λέγει· πᾶς ὁ κατά τινος κόλασιν ἐπιφέρων κολάσει ὑποπεσεῖται, πᾶς ὁ βλάψαι τινὰ βουλόμενος μαχαίρᾳ, τῇ διανοίᾳ ἑαυτοῦ τῇ ἠκονημένῃ ἢ γλώττῃ καὶ λόγῳ, τοῖς αὐτοῖς υ῾̣π̣οπεσεῖται. ἐπερ · "τοῦ 238 καταβαλεῖν πτωχὸν καὶ πένητα"; – οὐ δύνανται καταβαλεῖν πλούσιον, οὐ δύνανται καταβαλεῖν ἔχοντα τὸν "ἐν πάσῃ γνώσει καὶ παντὶ λόγῳ" πλοῦτον, ἀλλὰ τὸν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.