Unit 13 rem close
Rem CLOSEOUT: Unit 13 CLOSEOUT.
Greek
κοιταζόμενος ὁ φάσκων τῷ δεσπότῃ τῶν ἁπάντων· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ»; 2.158 Ἀλλὰ καὶ ὁ δια2.158 νιστάμενος τὸ αὐτὸ ποιεῖ, διὰ μνήμης ἔχων τὰ Θεοῦ λόγια, ὡς παρρησιάζεσθαι πρὸς τὸν Θεόν· «Ὁ Θεός, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω.» Ταύτην τὴν σπουδὴν καὶ ὁ προφήτης Ἠσαΐας ἔχων εἶπεν· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός.» Ἐπίστησον εἰ τὴν αὐτὴν ἔχει νόησιν καὶ τὸ οὕτω ἀπαγγελλόμενον· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι.» 2.159 Ὁ οὕτω σπουδαίως διατεθεὶς πρὸς τοὺς Θεοῦ λόγους, εἰς ἔργα μεταβαλὼν αὐτούς, ἀφάπτει αὐτοὺς ἐπὶ τῆς πρακτικῆς δυνάμεως αὐτοῦ, χειρὸς ἀλληγορικῶς καλουμένης, ἵν' οὕτω πρὸ ὀφθαλμῶν αὐτοῦ ἔχων, θεωρῇ τὸ κάλλος τῆς νοήσεως αὐτῶν, σαλευτοὺς ἢ ἀσαλεύτους ἔχων, –εἶπον γὰρ δύο γραφὰς εἶναι τῆς λέξεως. Σαλεύονται δὲ πρὸ τῶν ὀφθαλμῶν τῆς καρδίας τὰ ῥήματα καὶ οἱ ἐξ αὐτῶν συμπληρούμενοι λόγοι ὅταν ἐνεργῶμεν κατὰ τὰ νομοθετηθέντα. 2.160 Ἢ οὐ σαλευτὰ τὰ ἐπὶ τῆς χειρὸς ἀπαφθέντα ῥήματα νοούμενα καὶ πραττόμενα, δηλούσης τῆς ἑτέρας γραφῆς τῆς ἀσάλευτα λεγούσης πρὸ προσώπου τῶν ὀφθαλμῶν τὰ νομοθετηθέντα τὸ μόνιμόν τε καὶ βέβαιον τῶν θεσπισθέντων, συμφώνως τῷ προφητικῷ τῷ ὧδε ἔχοντι· «Τὸ ῥῆμα τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα», καὶ τῇ τοῦ ψαλμῳδοῦ λέξει· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Κατὰ ταύτην τὴν νόησιν «οὐ παρέρχονται οἱ τοῦ Ἰησοῦ λόγοι, κἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ». 2.161 Ὁ διὰ πάντων τῶν τεθεωρημένων ἠσφαλισμένος, ἔχων τὰ ῥήματα τοῦ Κυρίου ἐν καρδίᾳ καὶ ψυχῇ, λαλῶν τε ἐν αὐτοῖς οἴκοι μὲν ὢν καὶ ἐν ὁδῷ πορευόμενος, κοιταζόμενός τε καὶ διανιστάμενος, οὐδαμῶς ἀπροσεκτήσει ἢ ἀπειθήσει, οὐδ' αὖ «δώσει νῶτον παραφρονοῦντα». 2.162 Πῶς δὲ ὁ ἀπειθῶν τοῦ προσέχειν δώσει νῶτον παραφρονοῦντα ἐπιστατέον. 2.163 Γίνεται τοῦτο ὅταν τις τοσοῦτον φαῦλος γένηται ὡς ἐλεγκτικώτατα λεχθῆναι πρὸς αὐτὸν τὰ ἐν τεσσαρακοστῷ ἐνάτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα· «Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ 57 ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Πῶς γὰρ οὐκ ἀπεστράφη τὰς θείας ἐντολάς, νῶτον αὐταῖς δεδωκώς, «ὁ συντρέχων κλέπτῃ καὶ μετὰ μοιχῶν τιθεὶς τὴν μερίδα ἑαυτοῦ», τὰ αὐτὰ ἐνεργῶν τοῖς παρανομοῦσιν, ἀποστρεφομένοις τό· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», καὶ τοὺς σὺν τούτοις δοθέντας νόμους. 2.164 Συμβαίνει δὲ παραπαίειν καὶ παραφρονεῖν τοῖς νῶτον δεδωκόσιν τοῖς Θεοῦ λόγοις, ὡς καὶ αὐτὸν τὸν οὗ οἱ λόγοι ἀποστραφῆναι. Ἕκαστος γὰρ τῶν οὕτω μανέντων καὶ παρακοπτόντων, ἀτιμάζει τὸν νομοθέτην Θεόν, παραβαίνων τὰ νομοθετηθέντα, ᾗ φησιν ὁ Ἀπόστολος πρὸς τὸν ψευδῶς καὶ σὺν δόλῳ ἐπιμορφαζόμενον ἔχειν τὴν ἀλήθειαν καὶ φυλάττειν ἃ ἐνομοθέτησε Θεός· «Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», ὡς λεχθῆναι ὑπ' αὐτοῦ τοῦ ἀτιμαζομένου Θεοῦ πρὸς τοὺς τὴν γνώμην διαστραφέντας ὡς μὴ μόνον εἰς τὰ ὀπίσω ἐκβαλεῖν τοὺς θείους λόγους, ἀλλὰ καὶ αὐτῷ οὗ εἰσιν οἱ λόγοι τὰ νῶτα δοῦναι, χειρίστως ἀποστραφέντας· «Ἐπέστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν», δεὸν πρὸς τὸν πάντων ἀγαθῶν αἴτιον ἔχειν τὸ πεφωτισμένον τοῦ ἔσω ἀνθρώπου πρόσωπον, ὡσαύτως τῷ λεγομένῳ ὑπὸ τοῦ σοφοῦ ᾧ πάντα τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας πεφανέρωται· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ»· καὶ πάλιν· «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.» 2.165 Οὐ μόνον τοῦτο οὐκ ἔπραξαν οἱ ἀλάστορες, ἀλλὰ καὶ νῶτα ἔδειξαν τῷ ἐπισκοποῦντι ἀκοιμήτῳ ὀφθαλμῷ, τὰ ὅλα ὀπίσω τῆς Βαὰλ πορευθέντες καὶ πάσης εἰδωλολατρείας ὡς σέβειν καὶ προσκυνεῖν δαίμονας πονηρούς, τοὺς τοῖς ἀψύχοις ἀγάλμασιν παριδρυμένους, ἡδομένους κνίσῃ καὶ καπνῷ, ποπάνοις τε καὶ λοιβαῖς, καιομένοις ἐπὶ τοῖς παρανόμως καὶ σφόδρα ἀσεβῶς οἰκοδομηθεῖσι βωμοῖς. 2.166 Πόθεν δὲ ὑπῆρκται τοῖς κακοδαίμοσιν τὸ δοῦναι νῶτον παραφρονοῦντα, τὰ ἐπιφερόμενα δηλοῖ· «Ἐβάρυναν γάρ, φησίν, τὰ ὦτα αὐτῶν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τῷ μὴ εἰσακούειν τοῦ θείου νόμου καὶ λόγων ὧν ἐλάλησεν ἐν Πνεύματι αὐτοῦ Κύριος ὁ παντοκράτωρ.» 2.167 Βαρύνει δέ τις τὰ ὦτα ἑαυτοῦ οὐ τὰ τοῦ σώματος, οὐ γὰρ ἐφ' ἡμῖν τοῦτο, ἀλλὰ τὰ τῆς ψυχῆς· προαιρέσει
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.