Unit 13 rem mid
Rem mid: Unit 13; lemma continues; reading with the letter.
Greek
οἱ εὐεργετούμενοι; 2.146 Ὅνπερ δὲ τρόπον οὐ δεῖ χήραν καὶ ὀρφανὸν καταδυναστεύειν δι' ἀνδρὸς καὶ γονέων ἐρημίαν, οὕτως οὐδὲ προσήλυτον ἐπιξενούμενον παρὰ τοὺς οἷς προσέφυγεν, ἡγουμένους αὐτὸν αὐτόχθονα καὶ συμπολίτην. Κἄν τις δὲ τῶν ὠνομασμένων, χήρας φημὶ καὶ ὀρφανοῦ καὶ προσηλύτου, ἐστέρηται χρημάτων, καὶ τούτῳ ἰσότητος μεταδοτέον, οὐ καταδυναστεύοντα ἢ ἄλλως πως καταπονοῦντα. 2.147 Καλὸν μὲν οὖν καὶ Θεῷ ἀρέσκον προΐστασθαι τῶν οὕτως ἐχόντων καθ' ἱστορίαν, μάλιστα δὲ κατ' ἀναγωγήν. 2.148 Ἐπαινεῖται χήρα κατὰ θεωρίαν ἀνηγμένην ἡ ἀποβαλοῦσα ὃν εἶχεν κακὸν ἄνδρα, οὐχ ἕτερον ὄντα τοῦ διαβόλου ἢ ἄλλου τινὸς πονηροῦ πνεύματος. Ὡσαύτως ὀρφανὸς ἀγαθός ἐστιν ᾧ τέθνηκεν ὁ κατὰ ἁμαρτίαν γεννήσας αὐτὸν πατήρ. Τούτου σύμβολον ὑπάρχει ὁ ἐξελθὼν ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ ὑπὸ Θεοῦ κληθείς, κἀκείνη πρὸς ἣν εἴρηται ἐν Ψαλμοῖς· «Ἐπιλαθοῦ τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου», ἤδη τεθνηκότος σοι. 2.149 Τὰς οὕτω χηρευσάσας καὶ ὀρφανωθείσας ψυχὰς εἰς ὕψος μετεωρίζει ὁ θεῖος νυμφίος ὢν καὶ πατήρ, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον περὶ αὐτοῦ· «Ὀρφανὸν καὶ χήραν ἀναλήμψεται.» «Πατὴρ γὰρ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν κριτής ἐστιν», κατὰ τὰ ἐν ἄλλῳ Ψαλμῷ εἰρημένα, κηδόμενος καὶ τῶν προσηλύτων, τῶν καταλιπόντων τὴν εἰδωλολατρείαν καὶ προστεθέντων τῇ εὐσεβείᾳ, πλουτίζων ᾗ ἀνεδέξατο ἡμῶν ἕνεκα πτωχείᾳ πάντα πτωχὸν καὶ πένητα, κατὰ τὴν λέξιν τὴν ἀποστολικὴν εἰς εὐχαριστίαν διεγείρουσαν τοὺς εὖ παθόντας, οὕτως ἔχουσαν· «Γινώσκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ ἡμεῖς πλουτήσωμεν.» 2.150 ∆ιδάξας ὡς δεῖ μὴ καταδυναστεύειν τοὺς δεομένους προστασίας καὶ βοηθείας, ἁρμονίως ἐπήγαγεν καὶ ἀμνησικάκους εἶναι οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἀπὸ βάθους τῆς διανοίας, εἰπών· «Καὶ κακίαν τοῦ ἀδελφοῦ αὐτοῦ ἕκαστος μὴ μνησικακείτω ἐν τῇ καρδίᾳ ὑμῶν.» Ἰσοδυναμεῖ τῷ προφητικῷ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίῳ· «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν.» 2.151 Συνῳδὰ τῷ ἐκκειμένῳ προφητικῷ, καὶ Ἰερεμίας ἐκ προσώπου τοῦ Θεοῦ φησιν· «Καὶ κακίαν τοῦ πλησίον αὐτοῦ ἕκαστος ἐν ταῖς καρδίαις ὑμῶν μὴ μνησικακεῖτε.» Ταύτην τὴν τελείαν ἀμνηστίαν ὧν τις ἔπραξεν ἁμαρτητικῶς φανεροῖ ὁ Σωτὴρ ἐν τῇ παραβολῇ τοῦ μύρια τάλαντα χρεωστοῦντος δούλου· ἐπιλέγεται γὰρ αὕτη ὑπὸ τοῦ δεσπότου τοῦ συγχωρήσαντος τὰ χρέα «τῷ ἀχρείῳ δούλῳ» πρὸς πάντας ἡμᾶς· «Οὕτω καὶ ὑμῖν ὁ Πατὴρ ποιήσει ἂν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῆς καρδίας ὑμῶν τοῖς ὀφείλουσιν ὑμῖν.» 2.152 Λαβὼν ἐν χερσὶν ὅλην τὴν παραβολήν, ἐπίστησον ἀκριβῶς ταῖς λέξεσιν καὶ νοήσει αὐτῆς, ἵνα εἰς ἀγαθότητα ὠφεληθείς, ἀφῇς ἐξ ὅλης καρδίας τὰ ὀφειλήματα 56 πᾶσι τοῖς ὀφείλουσιν, μηδενὸς ἔτι μνημονεύων ὧν εἰς σὲ ἥμαρτεν ὁ ἀδικήσας σε. 2.153 Τοῦ ἀδελφοῦ διχῶς νοουμένου, τοῦ μὲν κατὰ σάρκα ὁμογνησίου ὄντος, τοῦ δὲ ἐκ Θεοῦ γεγεννημένου τοῦ καί σε γεννήσαντος, πρὸς ἑκάτερον ἀμνησικακεῖν ἀπὸ καρδίας προσήκει. 2.154 Zach. VII, 11®12: Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν. 2.155 Τοῦ Θεοῦ θεῖον νόμον δεδωκότος τῷ λαῷ τῶν Ἑβραίων, προτροπὴ ὑπὸ τοῦ δεδωκότος αὐτὸν προσηνέχθη ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ οὕτως· «Πρόσεχε, λαός μου, τὸν νόμον μου.» Ὁ ταύτῃ ἀκολουθῶν τῇ παραινέσει «ἡμέρας καὶ νυκτὸς μελετᾷ τὸν τοῦ Κυρίου νόμον», κατὰ τὰ ἐν πρώτῳ Ψαλμῷ φιλοσοφούμενα, ἃ πρότερον ὁ ἱεροφάντης Μωϋσῆς ἐθέσπισεν εἰπὼν ἐκ προσώπου τοῦ Θεοῦ· 2.156 «Ἔσται πάντα τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος, καὶ ἀφάψεις αὐτὰ σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται σαλευτά», ἢ «ἀσάλευτα»–ἑκατέρως γὰρ ἡ γραφὴ φέρεται, –»πρὸ ὀφθαλμῶν σου». 2.157 Τῷ οὕτω τηροῦντι τὴν δοθεῖσαν ἐντολήν, ἕπεται τὸ προσέχειν καὶ πείθεσθαι τῇ νομοθεσίᾳ. Πῶς γὰρ ἀπειθήσει ἐν τῷ προσέχειν ὁ ἐν καρδίᾳ καὶ ψυχῇ ἔχων τὰ ἅγια ῥήματα, ὡς λαλεῖν ἐν αὐτοῖς οἴκοι μὲν ὄντα καὶ βαδίζοντα ἐν ὁδῷ, κοιταζόμενον καὶ διανιστάμενον; Ἢ οὐ προφέρει αὐτὰ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.