Unit 13 rem early
Rem early: Unit 13; lemma and argument toward the thesis.
Greek
πρὸς τὸν ἀδελφὸν ἑαυτοῦ»· καὶ προσέτι «μὴ καταδυναστεύειν χήραν καὶ ὀρφανόν», καὶ προσέτι «προσήλυτον καὶ πένητα». Οὕτω γὰρ ῥᾷστα ὑπάρξεται τὸ «κακίαν τοῦ ἀδελφοῦ μὴ μνησικακεῖν ἕκαστον ἐν ταῖς καρδίαις ἑαυτῶν». Τί δὲ ταῦτα βούλεται, τὰ προσταχθέντα φημί, καιρὸς ἰδεῖν. 2.134 Ὁ τοῦ Κυρίου λόγος, ὡς πολλάκις ἤδη γενάμενος ἐν τῷ Ζαχαρίᾳ, καὶ νῦν ὑπάρξας ἐν αὐτῷ, τάδε διαγορεύει. «Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ» πρὸς ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ· «Κρίμα δίκαιον κρίνατε», ὡς ἐνόντος καὶ ἀδίκως κρῖναι τοῖς παρὰ τὸν ὀρθὸν λόγον δικάζουσιν διὰ δωροδοκίαν καὶ τὸ φιλίᾳ χαρίζεσθαι, ἔστιν δ' ὅτε καὶ κατὰ ἀπέχθειαν τὴν πρός τινας τῶν δικαζομένων. 2.135 Τοιούτοις ἐγκλήμασιν ὑπέκειντο πρὸς οὓς κέκραγεν καὶ βοᾷ ὁ θεῖος λόγος· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοιοῦτοι δ' εἰσὶν καὶ περὶ ὧν ὁ προφήτης Ἠσαΐας· «Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.» 2.136 Περὶ τῶν οὕτω παρανομούντων Ἁμβακοὺμ ὁ προφήτης πρὸς τὸν Θεὸν βοᾷ· «Ἐξ ἐναντίας μου γέγονεν κρίμα καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» Λεκτέον δὲ τοὺς οὕτω ἐξετάζοντας τὰ πράγματα τῶν διαμφισβητούντων πρὸς ἑαυτοὺς μηδὲ κριτὰς νομίμους εἶναι, ἀλλ' ὅλον τοῦτο ἀδίκους καὶ παρανόμους δικαστάς. 2.137 Προσῆκον γάρ ἐστιν μηδ' ἑταῖρον σκοπεῖν τὸν δικάζοντα, μὴ πλοῦτον, μὴ ἀξίωμα, μὴ γένους ἀγχιστείαν, μὴ φιλίαν προκρίνοντα, μὴ εἰς ἀπέχθειαν βλέποντα, ἀλλ' εἰς τὰ πράγματα τῶν κρινομένων. 2.138 Ταῦτα ὁ θεολημπτούμενος ἱεροφάντης διαγορεύει τοῖς εἰς τὸ κρίνειν χειροτονουμένοις οὕτως· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον», «καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει», «ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν». Οὐ δεῖ δὲ τὰ τοῦ Θεοῦ νέμειν καὶ ἐπιμετρεῖν τοῖς τυχοῦσιν. Τῶν μὲν γὰρ ἰδίων ἕκαστος ἐξουσίαν ἐχέτω χαρίζεσθαι οἷς ἂν αὐτῷ δοκῇ· οὐκ αὐτοῦ δέ, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὸν θεῖον νόμον κρίσις. 2.139 Ἐπῆλθέν τινι τῶν παλαιῶν εἰπεῖν τὸν δικαστὴν ἔμψυχον δίκαιον εἶναι, τοῦτ' ἔστιν ἐνούσιον καὶ ἐνυπόστατον, τελείως κατὰ δικαιοσύνην πεποιωμένον, ἵν' ὥσπερ ἐν τοῖς ἄλλοις τῆς ἀρετῆς ἔργοις δικαίως τὸ δίκαιον διώκει, οὕτω καὶ ἐν τῷ δικάζειν. 2.140 Γνωσθήσεται δὲ ἡ δύναμις τοῦ θεωρουμένου ἐκ τοῦ ἐναντίου· ὡς γὰρ δικαίως τὸ δίκαιον διώκει ὁ καὶ τὴν διάθεσιν καὶ τὴν πρᾶξιν κατὰ δικαιοσύνην πεποιωμένην ἔχων, οὕτως ἀδίκως τὸ ἄδικον διώκει ὁ καὶ τὴν γνώμην καὶ τὸ ἔργον κατὰ ἀνισότητα καὶ κακίαν ῥερυθμισμένος. 2.141 Τοιοῦτοι πάντες ὑπῆρχον πρὸς οὓς ὁ λόγος φησίν· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» τοῦ θείου νομοθέτου λέγοντος· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λαμβάνων πρόσωπον», κἂν πλούσιος ᾖ, κἂν δοξάριον καὶ ἀξίωμα ἔχων ᾖ ὁ κρινόμενος. Οὐ γὰρ εὐπορίας χρημάτων καὶ πενίας, ἀξιώματά τε καὶ ἀδοξίας ὁ νόμος τῶν δικαζομένων ἐξαριθμεῖται, ἀλλ' ἔργα καὶ πράξεις κατὰ ἀρετὴν ἢ κακίαν ἐπιτελεσθέντα. 2.142 Ὥσπερ οὖν οὐ δεῖ ὑπεροχὰς λαμβάνειν τὰς ἐκ πλούτου καὶ ἀξιώματος τῶν δικαζομένων, οὕτως οὐδὲ ἐλλείψεις χρημάτων καὶ ταπεινότητα τὴν ἐξ ἀδοξίας· «Καὶ πένητα γὰρ οὐκ ἐλεήσεις ἐν κρίσει.» Κατὰ γὰρ τὸ κρίμα τὸ δίκαιον καὶ τὰ τοῦ πένητος ἐξεταστέον. Οὕτω γὰρ δικαιώσει τις ὀρφανὸν καὶ χήραν, πτωχόν τε καὶ πένητα, οὐ νέμων αὐτῷ τὸ δίκαιον ἐὰν ἀδικῇ, 55 ἵνα μὴ διαστραφῇ τὸ νόμιμον κρίμα. 2.143 Προστάξας ὁ ὀρθὸς λόγος δίκαιον κρίμα διεξάγεσθαι, ἑξῆς διαγορεύει· «Χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύειν.» Οὐ γὰρ προσήκει τυραννικῶς ἐπιτίθεσθαι κατὰ τῶν ἀνθρωπίνης βοηθείας ἐστερημένων, ἀλλ' ἐκ τοῦ ἐναντίου δεξιὰν αὐτοῖς ὀρέγειν, κατὰ τὸ προσταττόμενον· «Γίνου γάρ, φησίν, ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν», «κρίνων ὀρφανοῖς καὶ δικαιῶν χήραν.» 2.144 Αὕτη γὰρ ἀνεπίλημπτος καὶ κατὰ βούλησιν τοῦ πάντα συστησαμένου πολιτεία, ὡς Ἰάκωβος γράφει ἐν ᾗ προσεφώνησεν τοῖς πιστοῖς ἐπιστολῇ οὕτως· «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.» 2.145 Ὁ οὕτω Θεὸν θεραπεύων, πῶς ἂν ἀδίκως κρίνοι τούτους οὓς ἐπισκέπτεται ἐν τῇ θλίψει αὐτῶν, ἀναπληρῶν αὐτῶν τὰ ὑστερήματα διὰ ἐλεημοσύνης καὶ ἄλλης ἐπικουρίας καὶ προστασίας ἧς ἐὰν χρῄζωσιν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.