Unit 27 rem mid
Rem mid: Unit 27; lemma continues; reading with the letter.
Greek
ἄνθρωποι σὺν τῇ ἀλαζονείᾳ πεσοῦνται ὅταν τοῖς ὑπερηφάνοις ἀντιτάττηται Θεός, κατὰ τὸ φερόμενον ἐν τῇ τῶν θείων Παροιμιῶν γραφῇ οὕτως· «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττεται.» 4.23 Περὶ τῶν οὕτως ὑψαυχενούντων, οἱ ἀτυφίαν κατορθοῦντες τῷ Θεῷ ἀναπέμπουσιν εὐχήν, οὕτως ἀναφθεγγόμενοι· «Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος», καὶ μεθ' ἕτερα ἐν τῷ αὐτῷ Ψαλμῷ· «Ἡ ὑπερηφανία τῶν μισούντων σε διὰ παντὸς̣ α᾿̣ν̣ε´̣βη πρὸς σέ.» 4.24 Πρὸς τὸν διττῶς ἀποδοθέντα Λίβανον προστάττει ὁ θεῖος λόγος διανοῖξαι τὰς θύρας αὐτοῦ. ∆ιανοιχθείσης γὰρ καὶ ἐξαπλωθείσης τῆς ὑπερηφανίας καὶ εἰδωλολατρείας, τὸ τῆς κολάσεως πῦρ ἀναλώσει κέδρους, τούς τε ὑψαύχενας ἀνθρώπους καὶ ὑπερόπτας δαίμονας, οὐχ ἑτέρους ὄντας «τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος», ἀνθρωπίνας καί, ὡς ἡ γραφή φησιν, «σαρκίνας σοφίας», παιδευούσας «ὑψώματα ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». 4.25 Καταβρωθεισῶν ὑπὸ πυρὸς τῶν κέδρων, ὀλολύζουσιν αἱ πίτυες, πεσουσῶν τῶν ἰσχυροτέρων, κέδρων καλουμένων. Καὶ τάχα μὲν αἱ ἄσαρκοι πονηραὶ δυνάμεις 116 κέδροι προσαγορεύονται, πιτύων ὀνομαζομένων τῶν ὑπ' αὐτῶν ἐνεργουμένων ἀνθρώπων, ἑτεροδόξων καὶ σοφῶν τοῦ κόσμου τούτου καὶ τοῦ αἰῶνος. 4.26 Λύεται τὸ αἰνιγματωδῶς εἰρημένον διὰ τῆς ἑπομένης λέξεως οὕτως ἐχούσης· «Μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν.» Οὗτοι δ' εἰσὶν οἱ ἐπὶ ἀρχῇ ὀγκυλλόμενοι, οὐκ ἄνθρωποι μόνοι, ἀλλὰ καὶ οἱ ἄσαρκοι ἄρχοντες τούτου τοῦ αἰῶνος. 4.27 Περὶ τούτων τῶν ἀλαζονικῶς ἡγουμένων, καὶ ἐν Ναοὺμ τῷ προφήτῃ–ἕβδομος δ' οὗτος ὑπάρχει τῶν ∆ώδεκα Προφητῶν –εἴρηται τῇ Νινευῇ· «Καὶ ἐπὶ τὰ ἔνδοξά σου βαλοῦσιν κλῆρον καὶ πάντες οἱ μεγιστᾶνές σου δεθήσονται χειροπέδαις», ὅπως μὴ εὐλύτοις καὶ χερσὶν μὴ ἐμποδιζομέναις πράττωσιν τὰ ἀπηγορευμένα· πρὸς ἀγαθοῦ γάρ ἐστι τὸ ἐμποδίζεσθαι «τὰς ἀδικίας συμπλεκούσας χεῖρας». 4.28 Ταλαιπωρησάντων μεγάλως τῶν τῆς Βασανίτιδος δρυῶν, κατασπᾶται ὁ σύμφυτος δρυμός· δρυμὸς δ' ἐστὶν τόπος ἀγρίων ξύλων καρπὸν τρόφιμον ο̣υ᾿̣ φερόντων. Κατασπᾶται δ' οὗτος, ἀναλισκομένης ὑπὸ πυρὸς τῆς πεπυκνωμένης αὐτοῦ φυτείας. 4.29 ∆ρύες ὀλολύζουσαι οὐκ ἄψυχα φυτὰ τυγχάνουσιν, ἀλλὰ κατὰ ἀλληγορίαν ἀναγόμεναι ψυχαὶ ἀνθρώπων οὖσαι καὶ ἀντικείμεναι δυνάμεις. 4.30 Οὐκ ἀγνοητέον ὅτι αἱ αἰσθηταὶ δρύες ὁτὲ μὲν πάντα τὰ ξύλα σημαίνουσιν, ὁτὲ δὲ εἶδός τι ξύλου. Ὅταν γὰρ πάντα τὰ ξύλα δρύας καλῶμεν, τὸν τέμνοντα αὐτὰ δρυοτόμον καὶ τὰ ἐξ αὐτῶν κατασκευαζόμενα δρύϊνά φαμεν, ἀφ' οὗ σημαινομένου τὰς δετὰς πλόκας δρυφάκτους ὀνομάζομεν καὶ τῶν δένδρων τοὺς καρποὺς ἀκρόδρυα. Πρὸς τῷ γενικῶς ὀνομαζομένῳ, ἔστιν τι εἶδος ξύλου δρῦς τυγχάνον, ὡς ἕτερον κυπάρισσος, ἐλάτη, πύξος. 4.31 Αἱ θύραι τοῦ Λιβάνου ἃς διανοιχθῆναι προστάττει ὁ θεῖος λόγος ψεκταὶ τυγχάνουσαι, αἱ αὐταί εἰσιν ταῖς τοῦ θανάτου, περὶ ὧν ἐν ἐνάτῳ Ψαλμῷ ὁ ὑμνῳδὸς περὶ τοῦ Θεοῦ φησιν· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Περὶ τούτων ὡς οὐσῶν τῆς κακίας προστάττεται τῷ σοφῷ παροιμιωδῶς· «Μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς», καὶ ἔτι περὶ πάσης ψευδοδοξίας καὶ ἀσεβείας· «Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην· ἐκάθισεν γὰρ ἐπὶ δίφρου ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐμφανῶς εἰς τὰς πλατείας προσκαλουμένη τοὺς παριόντας.» 4.32 Τούτων τῶν θυρῶν ὁ μακρυνθεὶς κόπτει τὰς θύρας περὶ ὧν εἶπεν ὁ Σωτήρ· «Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», περὶ ὧν ἡ σοφία ἐν Παροιμίαις φησίν· «Μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.» 4.33 Ὁ πρὸς ταύταις ταῖς θύραις καθ' ἡμέραν ἀγρυπνῶν οὐκ ἐγγίζει πρὸς ταῖς θύραις τῆς προσωποποιουμένης πόρνης καὶ ἄφρονος γυναικός, οὐδὲ ταῖς τοῦ Λιβάνου ἃς διανοίγειν προσήκει, καταλυομένης τῆς δοκούσης ἀσφαλείας, ἵνα τὰ ἔνδον ἀποκείμενα φάνῃ οἵαν ἀμορφίαν ἔχουσιν, μισηθῇ καὶ ἐγκαταλειφθῇ, οὐδενὸς νήφοντος ὁρᾶν αὐτὰ θέλοντος. 4.34 Ὅτι δὲ τὰ ῥηθέντα περὶ διαφόρων ξύλων οὐ περὶ α᾿̣ψ̣υ´̣χων εἴρηται, καὶ ἐκ πολλῶν μὲν γραφῶν καὶ μάλιστα προφητικῶν ἔστι θεωρῆσαι, ὧν ἔκθεσις ἤδη ἀπὸ μέρους γέγονεν· ἀρκεῖ δὲ ἑνὸς ἐπιμνησθῆναι τοῦ προφήτου Ἰεζεκιήλ, ὡσπερεὶ ξύλων ὄντων Φαραὼ καὶ Ἀσσούρ. Πονηραὶ δὲ δυνάμεις οὗτοι, ὁ μὲν τῆς Αἰγύπτου, ὁ δὲ τῆς Ἀσσυρίας τύραννοι, ἔχοντες ῥίζας καὶ παραφυάδας ὑψωθείσας ἀφ' ὕδατος πολλοῦ, οὕσπερ ἐζήλωσεν κατὰ μίμησιν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ,
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.