Commentarii in Zacchariam · §u27-rem-early

Unit 27 rem early

Rem early: Unit 27; lemma and argument toward the thesis.

Greek

Σωτὴρ διὰ τὸ ἐπ̣ι̣στρε´̣φειν ἐφ' ἣν̣ ἤμεσαν κακίαν, μετὰ δῆθεν μετανοίας ὑπόστροφοι γινόμενοι πρὸς τὴν ἀπέβαλον ἁμαρτίαν. Ὥσπερ δὴ τούτοις οὐ δεῖ κοινωνεῖν μεταδιδόντ̣α̣ α̣υ᾿̣τ̣ο̣ι῀̣ς̣ τῆς ἁγίας γνώσεως τῶν μυστηρίων τῆς̣ β̣ασιλείας τῶν οὐρανῶν, οὕτως οὐδὲ χοίροις παραβάλλειν π̣ρ̣ο̣σήκ̣ει̣ τοὺς θείους μαργαρίτας, τῶν σοφῶν δ' εἰσὶ λόγοι, κοσμοῦντες τὸν ἔσω ἄνθρωπον καὶ τὰ ὦτα αὐτοῦ. 4.11 Ἢ οὐκ ἐγκαλλωπίζεται τούτοις ὁ πειθαρχῶν τῷ λέγοντι· «Λόγοις σοφῶν παράβαλλε σὸν οὖς», καὶ τῷ φάσκοντι Θεῷ Λόγῳ· «Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήμ̣ατα τοῦ στόματός μου»; Τοὺς οὕτω τιμαλφεστάτους καλοὺς μαργαρίτας οὓς ὁ τῆς βασιλείας ἔμπορος ζητεῖ καὶ θηρεύει οὐ δεῖ παραβάλλειν τοῖς ἡρμηνευμένοις χοίροις τὸν κεκτημένον αὐτούς, ἵνα μὴ καταπατήσωσιν, τὴν χρῆσιν καὶ τὸ κάλλος αὐτῶν ἠγνοηκότες. 4.12 Αὐτάρκως μαρτυρίων παρατεθέντων πρὸς δεῖξιν τοῦ παραβεβλῆσθαι τοὺς ἀνθρώπους ψεκτῶς κτήνεσιν ἀνοήτοις, ἐκθετέον λοιπὸν γραφὰς παριστάσας ὡς καὶ ἐπαινετῶς ὁμοιοῦνται ἤθεσιν καὶ κινήμασιν ἐνίων ζῴων οἱ ἄνθρωποι. Ἢ οὐχ οὗτοι αὐτοὶ τυγχάνουσιν περὶ ὧν ὁ Σωτήρ· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν», καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων»; 4.13 Πρόβατα Χριστοῦ εἰσιν οἱ εὐστάθειαν καὶ πραότητα κατορθοῦντες, ἐξ ὧν ποίμνιον συμπληροῦται, περὶ οὗ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου φησίν· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος.» 4.14 Κατὰ τοιαύτην ἀναγωγὴν «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ἐξέλαβεν τὸν «οὐ φιμώσεις βοῦν ἀλοῶντα» νόμον, μετὰ τὸ ἐκθέσθαι αὐτὸν ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ πάντως περὶ ἡμῶν λέγει», τῶν ἀποστόλων δηλονότι; «ὅτι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ 115 μετέχειν.» 4.15 Μυρίων ··· ἄλλων τοιούτων εὑρισκομένων τῷ προσέχοντι τῇ ἀναγνώσει τῆς θεοπνεύστου γραφῆς, ὑπὲρ τοῦ μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῆναι τὸν λόγον, ἐλευστέον ἐπὶ τὸ προκείμενον περὶ τοῦ Λιβάνου καὶ τῶν ξύλων αὐτοῦ, ἔχον οὕτως. 4.16 Zach. XΙ, 1–2: ∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. 4.17 Τὸ ὄνομα τὸ Λίβανος πρὸς ἀλληγορίαν ὁτὲ μὲν τὴν εἰδωλολατρείαν, ὁτὲ δὲ τὴν ὑπεροψίαν καὶ ὑπερηφανίαν σημαίνει. Ἐν γὰρ τῷ Ἄισματι τῶν Ἀισμάτων τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίανκαλῶν ὁ νυμφίος αὐτῆς Χριστός· «∆εῦρο ἀπὸ Λιβάνου, νύμφη, φησίν, ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.» ∆εξαμένη γὰρ τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἔρχεται πρὸς τὸν προσκαλούμενον ἀπὸ πρακτικῆς κακίας εἰς ἠθικὴν ἀρετὴν καὶ ἐξ ἀγνοίας καὶ ἀπιστίας ἐπὶ θείαν γνῶσιν καὶ πίστιν ὑπερβάλλουσαν διὰ τελειότητα. 4.18 Ὥσπερ δὲ ἡ ῥηθεῖσα λέξις Λίβανον λέγει τὴν εἰδώλων καὶ δαιμόνων ἀσεβεστάτην θεραπείαν, οὕτως τὴν ὑπερηφανίαν παρίστησιν ἐν τῷ· «Μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χελμέλ», τοῦτ' ἔστιν ὁ ὑπερόπτης καὶ αὐθάδης α᾿̣χθήσεται εἰς τὴν ἐπίγνωσιν τῆς περιτομῆς τὴν πνεύματι καρδίας προσαγομένην· τὸ γὰρ Χελμὲλ ἑρμηνεύεται ἐπίγνωσις περιτομῆς. 4.19 Ὁ ταύτην τὴν ἐπίγνωσιν ἔχων ἀτυφίαν κατορ̣θ̣οῖ, μαθὼν ὑπὸ Ἰησοῦ ταπεινὸς εἶναι τῇ καρδίᾳ καὶ τῷ πνεύματι. 4.20 Τῷ διττῷ τούτῳ Λιβάνῳ προσφωνεῖ ὁ πνευματόφορος προφήτης, μᾶλλον δὲ ὁ Κύριος δι' αὐτοῦ, διανοῖξαι τὰς θύρας αὐτοῦ, ἵνα καταβρωθῶσιν ὑπὸ πυρὸς αἱ εἴσω τῶν θυρῶν αὐτοῦ κέδροι· αὗται δ' εἰσὶν δαίμονες ἀλιτήριοι καὶ ἄνθρωποι ὑπερόπται, συντριβόμεναι ὑπὸ τῆς τοῦ Κυρίου φωνῆς, κατὰ τὰ ἐν εἰκοστῷ καὶ ὀγδόῳ Ψαλμῷ ᾀδόμ̣ε̣ν̣α̣ τῷδε τῷ τρόπῳ· «Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.» 4.21 Κατὰ τῶν τ̣ο̣υ´̣των φυτῶν ἀγρίων ὄντων καὶ καρπὸν ἐδώδιμον οὐ φερ̣ο´̣ν̣των ἐν Ἠσαΐᾳ γρ̣α´̣φεται πρὸς ἑτέρ̣οις ο̣ὑ´̣τ̣ως· «Ἡμέρα Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστ̣ὴν̣ καὶ ὑπερήφανον καὶ ὑψηλὸν καὶ μετέωρον», κ̣α̣ὶ μετ̣' ο᾿̣λ̣ι´̣γ̣α̣· «καὶ ἐπὶ πᾶσαν κε´̣δ̣ρ̣ον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν.» Τ̣α̣υ῀̣τ̣α̣ τ̣α`̣ οὕτως ἄγρια ξύλα πεφύτευται ἐπὶ τὴν εἰδωλολατρείαν καὶ ὑπεροψίαν, συντριβόμενα καὶ πυρὶ ἀναλισκόμενα σὺν τοῖς συναγορεύουσιν σοφιστικῶς περὶ αὐτῶν, κατὰ τὸ λεχθὲν ἐν τῷ αὐτῷ Ἠσαΐᾳ· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» 4.22 Πίπτ̣ει γὰρ ἡ εἰδωλολατρεία σὺν τοῖς συναγορεύουσιν αὐτῇ δαίμοσι καὶ ἀνθρώποις σοφισταῖς· ὡσαύτως καὶ οἱ ὑπερόπται

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.