Contra Manichaeos Unit 2 opening
Unit 2.
Lemma-led open — σημαίνει καθ Ἑλλάδα φωνὴν, ἢ τὸ ἀντικείμενον· τὸ δὲ ἀντικείμενον ἐπ ἀνθρώπου λαμβανόμενον,
Greek
σημαίνει καθ' Ἑλλάδα φωνὴν, ἢ τὸ ἀντικείμενον· τὸ δὲ ἀντικείμενον ἐπ' ἀνθρώπου λαμβανόμενον, ἴσον ἐστὶ τῷ ἐχθρὸς, βλαβερός. Ὡς οὖν ὁ ἐχθρὸς προαιρέσει ἐστὶ τοιοῦτος, οὕτως καὶ ὁ ἀντικείμενος· ὥσπερ καὶ τὰ τούτων ἐναντία· τὸ γὰρ φίλος, καὶ εὐνοῶν, καὶ ὁμονοῶν, καὶ ὁμοφρονῶν, ὀνόματα προαιρέσεών ἐστι δηλωτικά. Λέγεται γὰρ αὐτὸς οὗτος φίλος καὶ εὐνοῶν, ὥσπερ διάβολος, καὶ σατανᾶς, καὶ πονηρός. Ὡς ἐν Εὐαγγελίῳ ὁ Σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγειν διδάσκει ἐν τῇ εὐχῇ τοὺς μαθητάς· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Καὶ γὰρ καὶ τὸ τοῦ πονηροῦ ὄνομα προαιρέσεώς ἐστι δηλωτικόν. Εἰ τοίνυν διὰ πάντων, ὧν σημαίνει, ὁ ἀρχέκακος καὶ πρῶτος ἀποστάτης τῆς ἀρετῆς προαιρετικῶς ἔστι τοιοῦτος, οὐ δύναται κατ' οὐσίαν εἶναι κακός· εἰ δὲ λέγοιεν τοῦτο, ὅτι τῇ οὐσίᾳ κακὸς ἂν ἔτυχεν καὶ τὰ προαιρετικὰ, δι' ἃ οὕτως ὠνόμασται· ἴστωσαν, ὅτι ἐν τοῖς οὐσιώδεσιν οὐ παραλαμβάνεται προαίρεσις. Οὐδεὶς γὰρ λέγει προαιρετικῶς ζῶον εἶναι, ἢ λίθον· ταῦτα γὰρ οὐσιώδη. Ὅθεν οὐδὲ προαιρετικόν τι· ἐν ἐκείνοις γὰρ τὰ προαιρετικὰ, ἐν οἷς καὶ ἡ προαίρεσις. Ἀλλ' ἴσως ἐροῦσιν· ∆ιὰ τί τὸν οὕτω μέλλοντα ἔσεσθαι βλαβερὸν, ἢ λυμεῶνα, εἰς τὸ εἶναι ἤγαγεν ὁ ἀγαθὸς Θεός; Ἴστωσαν δὲ τοῦτο λέγοντες, ὅτι οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πᾶσιν τοῖς τιθεμένοις πρόνοιαν ἀντιπίπτουσιν. Πολλοὶ γὰρ καὶ ἄλλοι τιθέμενοι πρόνοιαν, ἐκ Θεοῦ λέγουσιν εἶναι πάντα τὰ λογικὰ ζῶα, ἐν οἷς φύεται καὶ ἡ κακία. Εἰ οὖν περὶ τοῦ διαβόλου ταῦτα 39.1101 λέγουσιν, καὶ περὶ πάντων τῶν λογικῶν ἀναγκάζονται εἰπεῖν τοῦτο. Ὅμως δὲ ἡμεῖς οὐκ ἐκείνους μιμούμενοι, φαμέν· Οὐ κακίας αἴτιος ὁ ποιήσας τὸ δυνάμενον ἐξ ἰδίας ῥοπῆς εἰς κακίαν ἐλθεῖν. Λογικὸν γὰρ κατεσκεύασεν ζῶον, ὃ ἐβούλετο εἶναι ἀπὸ τῆς ἑαυτοῦ προαιρέσεως ἀγαθὸν, ἔχον εἰς ἑκάτερα ῥέπειν τὸ 5 αὐτεξούσιον. Ἀγαθὸν γὰρ αὐτὸν ἐβούλετο εἶναι, ἑκουσίως αἱρούμενον τὸ ἀγαθόν. Οὐδεὶς γὰρ γενητῶν ἄκων ἀγαθὸς εἶναι δύναται· ἀλλὰ πάντες οἱ ὄντες ἀγαθοὶ ἑκουσίως εἰσὶν τοιοῦτοι. Ἔδει τοίνυν τὸν προαιρέσει τῇ ἑαυτοῦ ἀγαθὸν ἐσόμενον, δύναμιν ἔχειν τὴν αὐτὴν τῇ ἐπιτηδειότητι πρὸς ἀνάληψιν τοῦ ἀγαθοῦ. Εἵπετο δὲ τὸ δεκτικὸν τοῦ ἀγαθοῦ καὶ κακοῦ δεκτικὸν εἶναι· οὕτω κατεσκευασμένῳ τῷ λογικῷ, πρὸς ἀρετὴν καὶ κακίαν δύναμιν ἔχειν, ἐντολὴ δέδοται ὅπως τὴν μὲν ἀρετὴν κατ' ἐνέργειαν, τὴν δὲ κακίαν κατ' ἐπιτηδειότητα μόνην ἔχει. Ὁ γὰρ τοῦ δημιουργήσαντος νόμος προτρέπει, καὶ ἀλείφει, καὶ συνεργεῖ πρὸς ἀρετὴν, ἀποτρέπων τὴν φύσιν τῆς κακίας. Κἂν τοίνυν ἐνυπάρχῃ δύναμις κακίας ἐν τῷ λογικῷ, οὐ διὰ τὴν δύναμιν φαῦλον τοῦτο. Ἀμφοτέρων γὰρ, ἀρετῆς καὶ κακίας λέγω, αἱ δυνάμεις καὶ προαιρέσεις. Αἱρούμεθα γὰρ ἀρετῆς ἔχειν δύναμιν, ἵνα καὶ ἀναλαβεῖν κατ' ἐνέργειαν δυνώμεθα· αἱρούμεθα καὶ κακίας ἔχειν δύναμιν. Τότε γὰρ αὐτὴν ἔχομεν, ὅταν ἐν ἐνεργείᾳ τὴν ἀρετὴν ἔχωμεν. Καὶ οὐχ ἡμῶν μόνων ἡ δόξα αὕτη, ἀλλὰ καὶ πάντων ὀρθῶς περὶ τῶν λογικῶν ζώων φιλοσοφησάντων. Κἂν τοίνυν τὴν οὐσίαν τὴν καλουμένην διάβολον ὁ Θεὸς ἐποίησεν, οὐχὶ διάβολον αὐτὴν ἐδημιούργησεν, ἀλλὰ δεκτικὴν ἀρετῆς, ἵνα ταύτην ἔχῃ· καὶ δεκτικὴν κακίας, ἵνα ταύτης ἀπέχηται. Ἐπεὶ γὰρ ἀσυνάρπακτος ἡ ἀρετὴ τῇ κακίᾳ, φίλη δὲ τῷ Θεῷ ἡ ἀρετὴ, ἀμφοτέρων τὰς δυνάμεις ἐνιεὶς τῷ λογικῷ διὰ τοῦτο ἐνῆκεν αὐτὰς, ἵνα τὴν μὲν εἰς ἐνέργειαν μεταλάβωμεν, τῆς δὲ ἑτέρας δυνάμεως τοῦ τέλους, ὅπερ ἐστὶν ἡ ἐνέργεια, ἀπεχώμεθα. Ὥστε γέγονεν πᾶν λογικὸν ἐπὶ τῷ σπουδαῖον εἶναι, καὶ μὴ φαῦλον. Εἴ τινα οὖν τῶν λογικῶν τὴν ἐναντίαν δεδράμηκεν τῷ πεποιηκότι καὶ προνοουμένῳ, οὐ τοῦ ποιήσαντος καὶ νομοθετήσαντος ἡ αἰτία, ἀλλὰ τῶν
About this text
Didymus the Blind, Contra Manichaeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Contra Manichaeos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.