Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
ἀντιτεινάντων πρὸς τοὺς δοθέντας καὶ πρὸς τοὺς προνοουμένους νόμους. Ὁρῶμεν γοῦν καὶ εἰς ἡμᾶς αὐτοὺς, ἀεὶ ταῦτα γινόμενα, ἃ παιδεύομεν τὰ τέκνα, κατ' ἐπιστήμην αὐτὰ ἀνάγειν βουλόμενοι, ἵνα καὶ ταύτην ἐνεργῶσιν· οὐ πάντως δὲ οὕτως ἐνεργοῦσιν, ὡς ἐδιδάχθησαν· ἀλλ' ἔστιν ὅτε ἐναντίως πολλοὶ υἱοὶ παρὰ πατέρων ἰατροὶ ἀνατραφέντες, οὐ δεόντως χρῶνται τῇ ἰατρικῇ, τὰ νοσοποιὰ ἀντὶ τῶν ὑγιεινῶν τοῖς κακουμένοις προσάγοντες· καὶ οὐ δήπου ἡ ἰατρικὴ, ἢ ὁ ταύτην παι 39.1104 δεύσας, αἴτιος. Οὐ γὰρ οὕτως ἐδίδαξεν, ἵν' οὕτως ποιῇ. Πράττει γὰρ οὐχ ὡς ἔμαθεν ποιεῖν. Πάλιν νόμους παιδεύομέν τινας, ἵνα συνιστῶνται τῷ δικαίῳ, καὶ τὴν ἀδικίαν παραιτῶνται. Ἀλλὰ κακοήθως ἔνιοι αὐτῶν τοῖς νόμοις προσιόντων, τὸ ἀνάπαλιν ποιοῦσιν. Καὶ οὔτε τὸν νόμον, οὔτε τὸν νομοθέτην αἰτιώμεθα. Εἰ γὰρ αὐτοὶ τῆς ἀδικίας αἴτιοι ἦσαν, οὐκ ἂν ἐκόλαζον τοὺς ἀδίκους. Καὶ γὰρ καὶ τοῦτο τοῦ βουλήματος αὐτῶν ὑπάρχει, Τὸ κολαστέον τὸν ἄδικον εἶναι· καὶ ὁ Θεὸς κολάζει τὸν σατανᾶν, καὶ τοὺς παραβάντας τοὺς ἀπὸ Θεοῦ τεθέντας νόμους. Τισὶν γὰρ φαύλοις λέγει· Ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἴστωσαν τοίνυν οἱ τούτοις ἀντιλέγοντες, μαχόμενα ἑαυτοῖς λέγοντες. Εἰ γὰρ κατ' οὐσίαν κακὸς ἦν ὁ διάβολος, καὶ ἀλλότριος τοῦ ἀγαθοῦ Θεοῦ, δυνάμενος αὐτῷ ἰσοσθενὴς εἶναι· οὐδὲ κόλασιν ἡτοίμαζεν αὐτῷ, οὐδὲ βάλλειν αὐτὸν εἰς τὴν κόλασιν ἠδύνατο· λέγει δὲ ἡτοιμάσθαι πῦρ τῷ διαβόλῳ. Καὶ τοῦτο δὲ ῥητέον· Εἰ ἄτρεπτος ὁ ἀγαθὸς Θεός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, καὶ ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ὡς μὴ ἄλλοτε ἄλλως ἰσχύειν, καὶ ἄλλοτε ἄλλως· ἔμελλε δὲ μετὰ πολλὴν βλάβην καὶ ἀπώλειαν πολλὴν, πυρὶ αἰωνίῳ παραδιδόναι τὸν σατανᾶν, διὰ τί μὴ ἐξ ἀρχῆς τοῦτο ἐποίει, ὅτε ἐπανῆλθεν αὐτῷ, καὶ μέρος ἔλαβεν αὐτοῦ; ∆ικαιότερον γὰρ τότε μᾶλλον τιμωρίαν ὥριζεν κατ' αὐτοῦ, ὡς κατὰ μείζονος πλημμεληθέντος. Νῦν μὲν γὰρ ἀνθρώπους βλάπτει· τότε, κατ' αὐτοὺς, αὐτὴν ἔβλαψεν τὴν θεότητα, 6 ὥσπερ καὶ φρονοῦσιν. Νόμος δὲ καὶ ἀγανάκτησις δικαία ἐστὶ μᾶλλον ἡ κατὰ τῶν κατὰ βασιλέως τολμώντων, ἤ τινων τῶν ὑπηκόων. Εἰ γὰρ ταῦτα οὕτως φρονητέα, ἢ ἄγνοιαν προσάψουσι τῷ Θεῷ τότε, τοῦ πῶς τιμωρήσεται καὶ ἐμποδίσῃ τὸ κακὸν, ἢ ἀδυναμίαν. Ἀλλ' οὐδέτερον τούτων περὶ τὸν ἀγαθὸν Θεόν· οὐκ ἄρα ἀγενήτως ἐχθρὸς ἂν Θεοῦ ἐπανέβη κατ' αὐτοῦ· ἀλλὰ γενόμενος ἐπὶ τῷ εἶναι ἀγαθὸς, τὴν μὲν δύναμιν τῆς ἀρετῆς ἀτελῆ ἐφύλαξεν, τὴν δὲ τῆς κακίας ἐπιτηδειότητα εἰς ἐνέργειαν ἤγαγεν· δι' ὃ καὶ κολαστέος, καὶ εἰκότως μετὰ πολὺ τιμωρίᾳ ὑπεβλήθη. Εἰ δὲ κἀκεῖνο προφέροιντο, τὸ λεχθὲν ὑπὸ τοῦ Βαπτιστοῦ Ἰωάννου τοῖς μεθ' ὑποκρίσεως εἰς τὸ βάπτισμα ἐλθοῦσιν, οὕτως ἔχον· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. ∆ύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ
About this text
Didymus the Blind, Contra Manichaeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Contra Manichaeos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.