Contra Manichaeos · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

βάλλεται. Ἀκουέτωσαν, ὅτι οὐ δύνανται προφέρειν, ἀφ' ὧν μὴ παραδέχονται. 39.1105 Οὐ γὰρ δέχονται τὸν Βαπτιστὴν Ἰωάννην, τυγχάνοντα ἕνα τῆς Παλαιᾶς Γραφῆς. Ὅμως δὲ καὶ οὕτως ῥητέον πρὸς αὐτούς· ∆ιὰ πάσης τῆς συμφράσεως ἀναιρεῖ τὸ φύσει ἀγαθοὺς καὶ φύσει εἶναι κακούς. Λέγει γὰρ πρὸς αὐτούς· Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας. Μετάνοια δὲ καὶ καρπὸς αὐτῆς οὐ πίπτει, οὔτε πρὸς τὸν κατ' οὐσίαν κακὸν, οὔτε πρὸς τὸν φύσει ἀγαθὸν ὄντα. Πῶς γὰρ ὁ αἰεὶ ἀγαθὸς χρῄζει μετανοίας; ἢ πῶς ὁ φύσει κακὸς χρήσηται τῷ ἀγαθῷ τῆς μετανοίας; Ὁ γὰρ κατ' οὐσίαν ὢν κακὸς, ἐκτραπῆναι τῆς ἁμαρτίας οὐ δύναται· ἀλλ' οὐδὲ ἐπ' ὠφελείᾳ μετάνοια γίνεται τοῦ ἀγαθοῦ. Ἔτι μὴν καὶ ἐκ τῶν λίθων, τῶν δεικνυμένων ὑπ' αὐτοῦ, λέγει τέκνα ἐγερθήσεσθαι τῷ Ἀβραάμ· λίθους δὲ λέγων τοὺς ἠλιθίους, καὶ ἔτι ἐμμένοντας τῇ κακίᾳ ἀνθρώπους. Εἰ γὰρ μετανοήσαιεν οὗτοι, καὶ πιστεύσαιεν τῷ Θεῷ, τέκνα τοῦ Ἀβραὰμ ἔσονται, ὃς διὰ τοῦτο ἄνθρωπος Θεοῦ ἐχρημάτισεν, ὅτι ἐπίστευσεν εἰς αὐτὸν τὸν Θεὸν, ὡς τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λογισθῆναι. Ἐπεὶ δὲ κἀκεῖνο ἠκούσαμεν λεγόμενον ὑπ' αὐτῶν πρὸς τοὺς ἐκ τοῦ Ἀβραὰμ καὶ τῶν ἄλλων ἁγίων ἀνδρῶν γεγεννημένους, τὸ, Ὄφεις, γεννήματα ἐχιδνῶν, λεγόμενον, ἐχίδνας τοὺς ἀμφὶ τὸν Ἀβραὰμ δηλοῖ· ἴστωσαν μαχόμενα τῇ ἀκολουθίᾳ τοῦ κεφαλαίου λέγοντες. Ἐλέγχει γὰρ αὐτοὺς, ὡς μὴ τοῦ Ἀβραὰμ ὄντας, ἀλλ' ἐχιδνῶν γεννήματα, προσποιουμένους καὶ μάτην αὐχοῦντας εἶναι τοῦ Ἀβραάμ. Λέγει γὰρ ἐν ἑτέρῳ κεφαλαίῳ ὁ Σωτὴρ πρὸς αὐτούς· Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν ὃν λέγετε πατέρα ὑμῶν εἶναι ψευδόμενοι. Εἰ γὰρ τέκνα ἦτε τοῦ Ἀβραὰμ, ἐποιεῖτε ἂν τοῦ Ἀβραὰμ τὰ ἔργα. Ἀλλ' ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Εὖ δὲ καὶ τὸ εἰπεῖν, Οὐχ ἕστηκεν, δεικνὺς αὐτὸν πρότερον ἱστάμενον ἐν τῇ ἀληθείᾳ. Πατέρα δὲ αὐτῶν λέγει τὸν διάβολον, διὰ τὴν ὁμοίωσιν τῆς τροπῆς καὶ τῆς ποιότητος. Ὥστε οὐ τὸν Ἀβραὰμ καὶ τοὺς σὺν αὐτῷ ἁγίους ἐχίδνας εἶπεν. Ἐκ μεταβολῆς γὰρ ἔσχον τοῦτο, τὸ υἱοὶ ἐχιδνῶν εἶναι, διὰ τὸ αὐτοὺς πονηροῖς κεχρῆσθαι διδασκάλοις, ὡς εἴρηται, κατὰ ἰδίαν προαίρεσιν. Λέγει τοίνυν ὁ Ἰωάννης αὐτοῖς· Ἐπεὶ κατὰ μεταβολὴν τὴν ἐξ ἀρετῆς ὄφεις ἠθελήσατε γενέσθαι οὐδὲ γὰρ κατ' οὐσίαν ἧσαν τοιοῦτοι, παύσασθε τοῦ εἶναι ἐχιδνῶν γεννήματα, ὧν ἐθελήσατε τὴν ποιότητα ἔχειν. Πονηροὶ γὰρ ἐκ πονηρῶν, καὶ ἄδικοι ἐξ ἀδίκων ἐσπουδάσατε εἶναι. Ἀλλ' ἐπεὶ, διὰ τὸ ἐπὶ τὸ βάπτισμα ἔρχεσθαι, μετανοίας λέγετε σημεῖον φέρειν, προσποιητῶς δὲ τοῦτο ποιεῖτε, λέγω ὑμῖν· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ὁ γὰρ μετανοῶν, διὰ τοῦτο 7 μετανοεῖ, ἵνα μηκέτι ἁμαρτάνων φεύγῃ τὴν ἐσομέ 39.1108 νην κατὰ τῶν ἁμαρτανόντων ὀργήν. Πυνθάνεται δὲ τὸ, Τίς ὑμῖν ὑπέδειξεν; ἵνα εἴπῃ ὁ γνησίως ὑποδεικνὺς κακίας ἀναχωρεῖν, οὐ προσποιήσει τοῦτο γίνεσθαι. Ὑμεῖς δὲ τοῦτο ποιεῖτε μεθ' ὑποκρίσεως, ἐπὶ τὸ βαπτίζεσθαι ἐρχόμενοι. Οὐκ ἄρα καθαρθήσεσθε. Ὁ

About this text

Didymus the Blind, Contra Manichaeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Contra Manichaeos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.