De trinitate · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

ἀγένητος ζωὴ σύστασις τῆς γενητῆς ἀνθρώπων φύσεως ὑπάρχει. 15.20 Τό «καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν» οὐκ ἀνέχεται τῶν αἱρετικῶν δοξασμάτων. οὐ κρυφίως γὰρ καὶ ἄγαν δριμέως δηλοῖ, ὡς ὅνπερ ἄν τις προχρόνιον χρόνον ἢ ἀκαιριαίαν ῥοπὴν ἢ προαιώνιον αἰῶνα ὑπολάβῃ, φαίνει ἀϊδίως ὡς ἀχώριστον ἀπαύγασμα τοῦ θεοῦ, καὶ οὔποτε σκοτία ἀνυπαρξίας αὐτὸ κατέλαβεν. 15.21 Τό «ὁ παντοκράτωρ» οὐδὲ ἑρμηνείας δεῖται. δείκνυσι γὰρ ἀδιαίρετον ἔχειν πρὸς τὸν θεὸν πατέρα καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ τὴν βασιλείαν καὶ εἶναι «ἐπὶ πάντων θεόν». 15.22 Τό «ὁ ἐρχόμενος» τὸν υἱὸν δηλοῖ μέλλοντα ἔρχεσθαι τὸ δεύτερον καὶ «κρίνειν ζῶντας καὶ νεκρούς». 15.23 Συνιστῶν τοίνυν καὶ ὁ βαπτιστὴς Ἰωάννης, ὅτι τό «ὁ ὤν» περὶ τοῦ υἱοῦ εἴρηται, δηλοῖ τῷ δεσπότῃ· «σὺ εἶ» ἀντὶ τοῦ ἐκεῖνος ὁ ὤν, ὃν καὶ ἐν τῇ μήτρᾳ σε ὄντα τῆς παρθένου θεὸν ἐπιγνοὺς αὐτὸς ἐγὼ ἐν τῇ νηδύϊ τῆς στείρας ὢν διὰ τῆς σκιρτήσεως προσεκύνησα «ἢ ἕτερον προσδοκῶμεν;» 15.24 Καὶ ἐν τῇ πρώτῃ δὲ ἐπιστολῇ Ἰωάννης ὁ φίλος καὶ ἀπόστολος τοῦ κυρίου γράφει· «ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς–καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν–ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ». 15.25 Πρόσχες καὶ αὖθις τῷ πλήθει τοῦ «ἦν», καὶ ὡς κοινωνίαν σωτηρίας οὐκ ἔχουσιν μετὰ τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς οἱ μὴ ὁμολογοῦντες κατὰ φύσιν υἱὸν εἶναι αὐτὸν συνάναρχον τοῦ θεοῦ. 15.26 πρὸς ταύτην γὰρ ἡμῖν τὴν πίστιν τὴν 8 παραδοθεῖσαν ἐν τῇ μυσταγωγίᾳ τοῦ φωτίσματος παρὰ τοῦ πάντων δεσπότου ἐστὶν ἡ κοινωνία ἣν Πέτρος ἔγραψεν· «ἵνα γένησθε θείας κοινωνοὶ φύσεως». τὸ γὰρ κτίσμα καὶ ὑπὸ χρόνον ὂν οὐ θεία φύσις ἐστίν. 15.27 Μέμνησο δὲ πρὸς τούτοις, ὅτιπερ «τὴν κοινωνίαν ἡμῶν» εἶπεν «μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ», ἰσοτίμως, καὶ οὐχί «διὰ τοῦ υἱοῦ αὐτοῦ». 15.28 Καὶ ὁ Ἀμὼς δὲ προφητεύων «παντοκράτορα» ὁμοίως τὸν υἱὸν ὀνομάζει οὕτω που λέγων· «ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, κύριος, ὁ θεός, ὁ παντοκράτωρ ὄνομα αὐτῷ». 15.29 Περὶ ἦς ἀναβάσεως ψάλλει καὶ ∆αυΐδ· «ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος». 15.30 Ἄμφω ταῦτα περὶ τοῦ υἱοῦ. ὁ γὰρ πατὴρ οὔτε κατέβη οὔτε ἀνέβη, ὡς ὁ ἀπόστολος ἑρμηνεύει γράφων ὧδε· «τὸ δὲ «ἀνέβη» τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον; ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα» ὡς πάντων φησὶν ὑπερανεστηκὼς καὶ ὑπερφέρων ὁμοῦ τῷ τεκόντι πατρί, ἅτε ἀγένητος. 15.31 φανερὸς γάρ ἐστι τοῦτο νοήσας, ἀφ' ὧν καὶ αἱ νοεραὶ δυνάμεις, ἐπειδὴ κτίσματα μεμετρημένα τυγχάνουσιν οὖσαι ἐν οὐρανῷ, ἀλλ' οὐχ ὑπεράνω τῶν οὐρανῶν, οὐδὲ πληροῦσαι τὰ πάντα εἰσίν. 15.32 Καὶ Σοφωνίας «παντοκράτορα» ὡσαύτως ἀναγορεύει αὐτὸν λέγων· «αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. ἐπιφανήσεται κύριος ἐπ' αὐτούς, καὶ ἐξολο θρεύσει κύριος πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προκυνήσουσιν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ». 15.33 Καὶ Μαλαχίας ἑπομένως ἐκ προσώπου τοῦ δεσπότου φάσκει· «διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν δεδόξασταί μου τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνοματί μου καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ. ὑμεῖς δὲ βεβηλοῦτε αὐτό». 15.34 Ἡ γὰρ μνήμη τῆς τε ἐπιφανείας καὶ τοῦ δοξάζεσθαι ἐν τοῖς ἔθνεσιν, τὸν υἱὸν σημαίνεσθαι δείκνυσιν, οὗ τὸ ὄνομα βεβηλοῦσιν Ἰουδαῖοι σὺν τοῖς κτισματολάτραις. καὶ αὐτὴ δὲ ἡ ἀκολουθία παντοκράτορα αὐτὸν εἶναι βούλεται, καθὸ εἰκὼν καὶ μονογενὴς παντοκράτορος κεχρεωστημένος τὸ καὶ ἐν τούτῳ εἰκὼν νοεῖσθαι τοῦ παντοκράτορος. 15.35 Καὶ Παῦλος δὲ Ἑβραίοις γράφει· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρός», τοῦτ' ἔστιν συνάναρχος καὶ ὁμοούσιος. ἵνα γὰρ τὰ ἀπαράβλητα παραβολικῶς πως παραδειχθείη, εἰ κἂν οὕτω ποσῶς εἰς νοῦν δεχθείη τὸ ὑπὲρ νοῦν,

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.