De trinitate · §u03-open

De trinitate Unit 3 opening

Unit 3.

Lemma-led open — ἦν ὅτε οὐκ ἦν

Greek

ἐρῶ– τὸ μέγα καὶ μόνον μέγα μικρῷ συμβάλλων–ὡς ἅμα τε ἥλιος, ἅμα ἐξ ἡλίου φύσεως καὶ ἐξ ὅλου τοῦ δίσκου ἀμερίστως καὶ ἀδιαστάτως καὶ ἰσομέτρως ὅλον τὸ φῶς συνεκφαίνεται καὶ συνενεργεῖ καὶ συμπαρέχει τὴν θέρμην τοῖς αἰσθήσεως δεκτικοῖς. καὶ τῆς τοῦ προέντος οὐσίας τὸ ἀμέσως καὶ οὐχ ὕστερον προχεόμενον καὶ συμπροϊὸν καὶ συνυφιστάμενον φῶς ὅλην ἐν ἑαυτῷ διεκφαίνει τὴν ποιότητα. 15.36 Εἰ δέ, πρὸς τὸ εἶκον ἐκείνοις, «ἦν ὅτε οὐκ ἦν» τὸ ἀπαύγασμα, ποῦ ἡ ἀπαυγάζουσα αὐτὸ ὑπόστασις τοῦ φωτός; συνδιολισθήσει γάρ που πάντως ἐκείνῳ τοῦτο. καὶ μὴν καὶ ∆ανιὴλ προφητεύων εἶπεν· «καὶ φῶς μετ' αὐτοῦ ἦν» ἀντὶ τοῦ «ὁ υἱὸς μετὰ τοῦ πατρός». 15.37 Τοῦτο γὰρ μάλιστα δείκνυσιν τὸ ἀσυνείκαστον καὶ μέγα τῆς θεότητος, ὅτι συνάναρχον αὐτοῦ καὶ σύναρχον ὁμοῦ δὲ καὶ τέλειον καὶ ἀπαράλλακτον ἀπαθῶς ἐγέννησεν ὁ πατήρ. 15.38 κτίσματος γὰρ ἴδιον καὶ οὐ κτίστου, τρεπτοῦ καὶ οὐκ ἀτρέπτου, ὑπὸ κρίσιν καὶ οὐ κριτοῦ, ζωοποιουμένου καὶ οὐ ζωοποιοῦντος, ὑπὸ ἁμαρτίαν καὶ οὐ θεοῦ τὸ μὴ οὕτως γεννῆσαι καὶ γεννηθῆναι. 15.39 εἰ γὰρ αὐτός, οὔπω ἐνεργείας ἄλλης οὐδεμιᾶς γενομένης, «ἐποίησεν τοὺς αἰῶνας», οἱ ἐκ τῶν χρόνων ἀποτελοῦνται, καὶ τοῖς πᾶσιν ἀρχὴν ἐπέθηκεν, οὐδὲν δὲ πρὸ τῶν χρόνων καὶ αἰώνων νοεῖσθαι δύναται εἰ μὴ ἡ ἀκατάληπτος καὶ ἀληθῶς μόνη πρωτίστη καὶ πρωτουργὸς φύσις ἡ μόνως οὖσα ἄναρχος καὶ αἰώνιος καὶ 9 ὕφεσιν πρὸς ἑτέραν οὐκ ἔχουσα, πῶς οὐκ ἀνάρχως ἐκ τῆς ὑποστάσεως γεννηθῆναι πιστεύεται τοῦ πατρὸς καὶ οὐκ ἐκ τῆς ἐνεργείας; 15.40 χρόνου γὰρ οὐ διορίζοντος οὐκ ἔστιν πρότερον καὶ ὕστερον, ἀλλ' ὁ μὴ ὢν ὑπὸ χρόνον ἄναρχός ἐστιν, ὁ δὲ ἄναρχος ἄκτιστος. 15.41 ὥσπερ γὰρ οὐκ ἔστι χρόνος ἀγένητος, οὕτως οὐδὲ κτίσις ἄχρονος, ἀλλ' ἔχει μέτρον τὸν χρόνον· σὺν αὐτῇ γὰρ καὶ ὁ χρόνος γέγονεν. καὶ εἰκότως πάντα μὲν ἀπὸ τοῦ δημιουργοῦ μετρεῖται ὡς δεύτερα, αὐτὸς δὲ ὑπ' οὐδενός, ἐπειδὴ ἄναρχος καὶ φύσει θεός. 15.42 Τὰ δὲ ἴσα θεωρεῖται καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ γέγραπταί ποτε «ἐξεπορεύθη», ἀλλ' «ἐκπορεύεται». πῶς δὲ αὐτὴ ἡ ζωὴ ζωοποιεῖται ἢ τὸ ἀληθινὸν φῶς φωτίζεται; 15.43 Ἦν δὲ ἄρα τό τε θεῖον φῶς καί «ζωὴ αἰώνιος» ἀεί, καὶ αὐτὸς ἑαυτὸν λέγει ὁ ἀψευδὴς καὶ μέγας θεός. 15.44 οὐ μὴ ἦν ὅτε «ἀπαύγασμα δόξης καὶ χαρακτῆρα ὑποστάσεως καὶ εἰκόνα ἀγαθότητος καὶ δύναμιν καὶ σοφίαν καὶ δικαιοσύνην θεοῦ» ἃ ὑπάρχειν τὸν αὐτὸν μονογενῆ Παῦλος μαρτυρεῖ οὐκ εἶχεν ὁ πατήρ, ἀλλ', ὃ μὴ προσῆκεν εἰπεῖν, ὕστερον ὁτιοῦν προσέλαβεν. 15.45 εἰ δὲ εἶχεν, ἦν ἀεὶ ὁ ταῦτα ὢν μονογενής. 15.46 οὔτε γὰρ ὁ ταῦτα ὢν ἐκτὸς τοῦ θεοῦ οὔτε ὁ θεὸς χωρὶς τοῦ ὄντος αὐτοῦ ταῦτά ποτε νοηθῆναι δύναται. ταῦτα δὲ ὑπάρχει ὁ μονογενής, οὐ καθάπερ ἕξις ἢ ἐπιτηδειότης, ἀλλ' οὐσιωδῶς, καθὰ προείρηται. 15.47 Εἰ δὲ καὶ ἐν τῇ ἀρχῇ τῆς κοσμογονίας τὰ πρῶτα δένδρα σὺν τοῖς ἐξ αὐτῶν καρποῖς συνυπέστη–καὶ παράδοξον οὐδέν, εἰ σὺν τῇ ῥίζῃ ὁ καρπὸς συνανέτειλεν–, πῶς ἀμήχανον κατ' ἀρχὰς τὸν εὐμήχανον πατέρα μὴ ἔγκαρπον γεγενῆσθαι τοῦ ἰδίου υἱοῦ καὶ εὐθὺς ἐκ τῆς δόξης τῆς ὑποστάσεως αὐτοῦ συνεκλάμψαι τὸ ἀπαύγασμα; 15.48 καθὰ οὖν αὐτοῦ ἡ τῆς ἐνανθρωπήσεως κάτω γέννησις ἑτέρᾳ γεννήσει οὐ συγκρίνεται–ἐκ παρθένου γὰρ ἄρευστος, ἀπήμαντος, ὅπερ ἡ φύσις ἡμῶν οὐκ ἔχει–, οὕτω καὶ ἡ ἄνω γέννησις ἀκατάληπτος ὑπὲρ τὸ πλέον καὶ πᾶσαν ἐξαλλάττουσα γέννησιν ὑπάρχει. καὶ οὔτε ἀπιστεῖν χρὴ οὔτε μὴν ζητεῖν ἢ ἐξηγεῖσθαι τὸν τρόπον ἡμῖν ἀσφαλὲς τοῖς εἰπεῖν μὴ δυναμένοις, πῶς παρθένος ἔτεκεν μείνασα παρθένος μήτε δὲ τὴν ἰδίαν ἡμῶν γέννησιν ἐπισταμένοις. 15.49 ὅπου γε καὶ τὴν καθ' ἡμᾶς εἰ ἐγινώσκομεν, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ, ἥτις καὶ ταῖς ἐπουρανίοις δυνάμεσιν ἀκατάληπτος οὖσα τυγχάνει. 15.50 ∆ιὸ σὺν ἐκπλήξει ὁ προφήτης φησὶν περὶ μὲν τῆς κάτω γεννήσεως· «καὶ ἄνθρωπός ἐστιν καὶ τίς

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.