De trinitate · §u05-open

De trinitate Unit 5 opening

Unit 5.

Lemma-led open — κύριος εὐλογήσαι σε καὶ ἐπιφάναι σοι καὶ δῴη σοι εἰρήνην

Greek

εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε, ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπί σε καὶ ἐλεήσαι σε, ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπί σε καὶ δῴη σοι εἰρήνην». 18.5 ἵνα δηλώσῃ τρία πρόσωπα, οὐκ εἶπεν ἅπαξ· «κύριος εὐλογήσαι σε καὶ ἐπιφάναι σοι καὶ δῴη σοι εἰρήνην», ἀλλὰ τρίτον ὠνόμασεν «κύριον». 18.6 Καὶ ὣς ἡνίκα προφητεύουσιν Ἀγγαῖος μὲν θεόχρηστον ἐκ προσώπου τοῦ πατρὸς φέρων φωνὴν οὕτως ἔχουσαν· «ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι· καὶ ὁ λόγος μου ὁ ἀγαθὸς καὶ τὸ πνεῦμα μου ἐν μέσῳ ὑμῶν»· 18.7 Ἠσαΐας δὲ ἐξ ὁμοτίμων τῶν αὐτοτελῶν ὑποστάσεων ὁμότιμον τὴν ἀποστολὴν γεγενῆσθαι λέγων καὶ ἐν ὀλίγῃ ῥήσει πᾶσαν κοινωνίαν αὐτῶν ἐνδεικνύμενος καὶ βοῶν· «καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ». 18.8 οὐ γὰρ ἁπλῶς δεύτερον ὠνόμασεν «κύριος κύριος» καὶ οὕτω «τὸ πνεῦμα αὐτοῦ», ἀλλ' ἵνα καὶ τὰς ὑποστάσεις καὶ τὴν μίαν δηλώσῃ θεότητα καὶ θέλησιν. 18.9 ∆αυῒδ δέ καὶ γὰρ καὶ αὐτὸς ἀρήγει τῷ τοιῷδε κεφαλαίῳ καὶ ᾠδῆς ἔμπλεα πάντα ποιεῖ καὶ ἐκφαίνει, ὅπῃ πίστεως ἔσχεν κατὰ τάσδε τὰς λέξεις· ἐν μὲν ιζʹ ψαλμῷ· «τίς θεὸς πάρεξ τοῦ κυρίου καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν; ὁ θεὸς ὁ περι ζωννύων με δύναμιν»· 18.10 ἐν δὲ νηʹ· «σὺ ὁ θεὸς ἀντιλήπτωρ μου εἶ. ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ αὐτοῦ προφθάσει με. ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου». 18.11 ἐν δὲ ϟεʹ· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ». 18.12 τρίτον γὰρ ὀνομάσας ἢ κύριον ἢ θεὸν τὴν τριάδα παρεδήλωσεν. 18.13 Ἀλλὰ καὶ Ἅννα εἰς τὰς βασιλείας προσευχομένη τὴν τριάδα ἐπεκαλέσατο εἰποῦσα· «ἀδωναί, κύριε, ἐλωεὶ σαβαώθ». 18.14 ἑρμηνεύεται γὰρ τῇ ἑβραΐδι φωνῇ τὸ «ἀδωναί»· κύριος· καὶ πάλιν ἑλλάδι φωνῇ εἶπεν «κύριος». καὶ τρίτον ἑβραϊστὶ ἔφη «ἐλωεὶ σαβαώθ», ὅπερ ἐστί· θεὲ στρατιῶν ἤτοι δυνάμεων. 18.15 ἤδη δὲ νῦν καὶ Ἠλίας ὁ Θεσβίτης ἐν τῇ τρίτῃ τῶν βασιλειῶν ἱστορίᾳ, τῆς Σιδωνίας χήρας τὸν υἱὸν νεκρὸν ὄντα ἀναβιῶναι εὐξάμενος, τρίτον ἐνεφύσησεν εἰς αὐτὸν καὶ οὕτως ἀνέστησεν, 18.16 ἐκ τούτου μονονουχὶ σημάνας, ὡς αὐτὸς ἐν τῇ προσευχῇ τὴν ζωοποιὸν ἐπεκαλέσατο τριάδα, ἀλλὰ καὶ ἡμᾶς μὴ ἄλλως πιστεύειν καὶ δοξάζειν διδάξας. 18.17 Καὶ τοῖς ὑδροφόροις δὲ παρακελευόμενος «δισσεύσατε» καί «τρισσεύσατε», τὰς τρεῖς πανυμνήτους ὑποστάσεις ἰσοδυνάμως καὶ ὁμοτίμως πανταχοῦ ἐν πᾶσιν ἐνεργεῖν παρεδήλου. 18.18 Εἰ δὲ βούλεσθε, γνώριμον ὑμῖν καὶ ἐκ θείας φωνῆς αὖθις τὸ κινούμενον ποιήσω. 18.19 ἐν γὰρ βίβλῳ γενέσεως, ἐν τῇ πυργοποιΐᾳ ὁ θεὸς καὶ πατὴρ τὰς μακαρίας ὑποστάσεις ἐξέφηνεν πρὸς τὸν ἑαυτοῦ υἱὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα εἰρηκώς· «δεῦτε καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὰς γλώσσας, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον». 18.20 Καὶ Μωϋσῆς δὲ τὴν ἰσότητα τῆς τριάδος, ὡς οἶμαι, δηλῶν ἐξέθετο μίαν ἄμπελον ἐν τρισὶ 18 πυθμέσι, τοῦτον τοῦ ἄλλου πυθμένος οὐδαμοῦ προβαθέστερον εἰρηκώς, ἵνα μή τις τὴν ὑπόστασιν ταύτην ἐκείνης προτερεύειν νομίσῃ, ἀλλὰ τὰς τρεῖς ἐν μιᾷ συντείνειν θεότητι πάντες πιστεύωμεν. 18.21 ∆ιὰ τοῦτο καὶ ἡ θεόπνευστος γραφὴ ἐκώλυσεν ἐν τῷ θυσιαστηρίῳ, ἐν ᾧ ἡ τριὰς δοξάζεται, ἀναβαθμοὺς ποιεῖν, ὥστε μὴ ὡς ἐν βαθμοῖς διορίζεσθαι ἀνθρώπους καθ' ὕφεσίν τινα εἶναι τὰς θείας ὑποστάσεις. 18.22 Καὶ ἁπλῶς ἡ παλαιὰ διαθήκη τύπον φέρουσα τῆς νέας μυστικῶς καὶ προμηθεστάτως διαλέγεται, αἰνιττομένη μᾶλλον ἐν πολλοῖς ἢ φράζουσα ἐν ταὐτῷ· καὶ φράζουσα πλέον ἤπερ αἰνισσομένη τὸ ὕστερον ἐκφανθὲν μυστήριον, ὅπως μήτε πλήξῃ τῇ ἀθρόᾳ προσβολῇ τοὺς ἀμυήτους καὶ οὔπω ὄντας σταθερούς τε καὶ δεκτικοὺς τῆς θεοπτίας, μήτε μὴν εἰς τὸ παντελὲς ζημιώσῃ· 18.23 τὸ μὲν γὰρ ἦν ἀπειρίας, τὸ δὲ ἀπανθρωπίας. 18.24 πολλάκις δὲ καὶ ἅπερ τυχὸν ἐνταῦθα ἡμῖν δυσεφίκτως ἔφρασεν,

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.