Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
δι' ἑτέρας γραφῆς τὴν λύσιν παρέσχετο. 18.25 Ἡ δὲ νέα οὔκετι ὡς ἐν σκιᾷ καὶ παραπετάσματι, ἀλλὰ σαφῶς καὶ διαρρήδην φράζει, ὡς μαρτυροῦσιν οὗτοι· 18.26 Παῦλος γράφων Ῥωμαίοις μέν· «εἴπερ εἷς ὁ θεός», Γαλάταις δὲ καὶ Κορινθίοις· «ὁ θεὸς εἷς ἐστιν». 18.27 Καὶ πάλιν δὲ Κορινθίοις τὸ δεύτερον· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοι νωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν». 18.28 ἐνταῦθα διὰ τὸ ταὐτὸν τῆς θεότητος πρώτου ἐμνημόνευσεν τοῦ υἱοῦ, καὶ οὕτω τοῦ πατρός, εἶτα τοῦ ἁγίου πνεύματος αὐτοῦ. 18.29 κοινωνίαν δὲ τοῦ ἁγίου πνεύματος μετὰ πατρὸς καὶ υἱοῦ εἶπεν τῆς μιᾶς θεότητος καὶ δόξης καὶ βασιλείας. ποία γὰρ ἄλλη ἐπὶ θεοῦ κοινωνία; 18.30 Ἐφεσίοις δέ· «εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάν των καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». εἶτα τοῖς αὐτοῖς· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις». 18.31 Ὧδε πάλιν ὁμοίως διὰ τὸ ἰσότιμον τῶν ὑποστάσεων μετὰ τὸν πατέρα πρώτου τοῦ πνεύματος καὶ οὕτω τοῦ υἱοῦ ἐμνημόνευσεν. 18.32 Καὶ πάλιν Κορινθίοις· «παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν». 18.33 Ἑβραίοις δέ· «εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν». 18.34 ∆ιὰ οὖν τοῦ κυρίου δεδήλωται ὁ υἱός, διὰ δὲ τοῦ θεοῦ ὁ πατήρ, εἶτα καὶ τὸ αὐτεξούσιον καὶ παντοδύναμον τοῦ ἁγίου πνεύματος. 18.35 Καὶ ὁ υἱὸς δὲ ἔδειξεν τὴν μὲν μίαν θεότητα διὰ τοῦ εἰπεῖν· «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τὰς δὲ ἰσοτίμους καὶ ἰσοδυνάμους τρεῖς ὑποστάσεις διὰ τῆς περὶ τὸ βάπτισμα διδαχῆς. 18.36 μὴ εἰπὼν δὲ πειραστικῶς ἐξετάσαντι τῷ νομικῷ· μή με λέγε ἀγαθόν, ἀλλά· «τί με λέγεις ἀγαθόν;», ἔδειξεν ὡς καὶ αὐτὸς ἀγαθός ἐστιν ἐν ἴσῳ τῷ πατρί, καὶ ἐκ τῆς πατρικῆς ἀγαθότητος ἐκφαίνεται ἡ αὐτοῦ, καὶ δείκνυται ἀπὸ ἀγαθοῦ ἀγαθὸς γεγεννημένος. 18.37 «εἰ γάρ», φησίν, «οἶδάς με ἀγαθόν, καὶ μὴ συμπλέκεις τῷ διδασκάλῳ τὴν λέξιν» ὡς τό· «εὖ, δοῦλε ἀγαθέ», καὶ ὡς «ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν», καὶ ὡς «ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων», καί· «ἀγαθὸς ἦν Σαούλ, υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καί· «ἀγαθὸς κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα». «Μηδὲν παραιροῦ τοῦ πρωτουργοῦ ἀγαθοῦ, ἀλλ' ὡς θεόν με ἐπίγνωθι, μὴ ἄλλον τῇ θεότητι 19 τοῦ πατρός, ἀλλὰ τῇ ὑποστάσει». 18.38 μία γὰρ ἡ ἀμφοτέρων θεότης· ἐπεὶ οὐκέτι τὸ πρῶτον ἀγαθὸν ἓν εὑρίσκεται. «ἀνέγνως γάρ που», φησίν, «ὡς «ἀγαθόν σοι πεποιθέναι ἐπὶ τὸν κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον». «τὸ γὰρ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν». καὶ ὡς ἀγαθῷ ἀκολουθεῖν μοι καὶ κατόπιν μου βαίνειν ὑμᾶς ἀεὶ προέτρεψα». 18.39 ∆ιὸ οὐκ εἶπεν μέν· «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ πατήρ», ἀλλ' «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ὡς καὶ ἐν ἄλλῳ που λέγει· «τί με λέγετε κύριε κύριε καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους;» 18.40 ἡ γὰρ κτίσις, φησίν, κατὰ μετοχὴν τὴν ἀγαθότητα ἔχει, ἀπομιμουμένη πρὸς δύναμιν τὴν ἑαυτῆς, εἰ θέμις εἰπεῖν, τὴν ἔμφυτον καὶ τελείαν τοῦ θεοῦ ἀγαθότητα καὶ δι' αὐτῆς σωζομένη. καὶ ἔστιν ὕπαρξις τοῦ ἐν αὐτῇ ἀγαθοῦ τὸ μετέχειν τῆς τοῦ θεοῦ, προσκολλωμένην αὐτῷ τῇ ὑπακοῇ καὶ τῷ πρὸς αὐτὸν ἔρωτι. 18.41 ἐγράφη γὰρ ὡς «οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται», καί· «μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν», καὶ «μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία». 18.42 δῆλον δέ, ὡς σχέσει καὶ διαθέσει διὰ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν καὶ τὸ πρὸς ἀρετὴν βράδος, ἀλλ' οὐ τόπῳ. 18.43 Ὅτι δὲ καὶ αὐτὸς ἀγαθός ἐστιν, ἅτε φύσει τῷ ἀγαθῷ πατρὶ ὑπάρχων ἕν, αὐτός τε ἐν Ματθαίῳ λέγει· «ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» καὶ πάλιν· «Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.» ἔλεγεν δέ «ἀγαθὴν μερίδα»
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.