Unit 6 rem early
Rem early: Unit 6; lemma and argument toward the thesis.
Greek
οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλ λότριος». 19.15 καὶ ὁ Ἱερεμίας ὡσαύτως· «καὶ οὐκ εἴπατε», φησίν, «ποῦ ἔστιν κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπ του, ὁ καθοδηγήσας ὑμᾶς ἐν τῇ ἐρήμῳ;» 19.16 Ὁ δέ γε Ἠσαΐας τὸ ἅγιον πνεῦμα ὡδηγηκέναι λέγει· «ἤγαγεν γάρ», φησίν, «αὐτοὺς διὰ ἀβύσσου ὡς ἵππον δι' ἐρήμου καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγη σεν αὐτούς». 19.17 Ὁ δὲ Παῦλος ὁδηγὸν αὐτῶν τὸν Χριστὸν γεγενῆσθαι διδάσκει· «ἔπινον γάρ», φησίν, «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός». 19.18 ᾧ συνῳδὰ καὶ Ἰούδας καθολικῶς γράφει· «ἅπαξ γὰρ κύριος Ἰησοῦς λαὸν ἐξ Αἰγύπτου σώσας, δεύτερον τοὺς μὴ πισ τεύσαντας αὐτῷ ἀπώλεσεν». 19.19 Ἐνταῦθα οὖν διπλῶς ἀναιρεῖται ἡ ἐπιχείρησις τῶν λεγόντων κτίσμα τὸν σεπτὸν υἱὸν καὶ τὸ θεϊκὸν πνεῦμα, ἀπό τε τοῦ περὶ ἑκατέρας ὑποστάσεως κεχρησμῳδῆσθαι τὰ τὴν ἄπειρον μίαν φύσιν κατασημαίνοντα, ἀπό τε τοῦ παρακεῖσθαι ὅτι «οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος», τοῦτ' ἔστιν ἑτεροούσιος. 19.20 Τὸν ἴσον τρόπον Μωϋσῆς μὲν λέγει· «οὐκ ἔσται μερὶς οὐδὲ κλῆρος τοῖς Λευίταις ἐπὶ τῆς γῆς· κύριος αὐτὸς μερὶς αὐτῶν». Ἱερεμίας δέ· «ὁ πλάσας», φησίν, «τὰ πάντα αὐτὸς κληρονομία τοῦ Ἰακώβ. κύριος ὄνομα αὐτῷ». ∆αυῒδ δὲ ἐν ιεʹ ψαλμῷ· «κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». 19.21 Ὁ δέ γε Παῦλος τὸ ἅγιον πνεῦμα τὴν κληρονομίαν εἶναι Ἐφεσίοις ἐπιστέλλει· «ἐν ᾧ», φησίν, «πιστεύσαντες ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν». 19.22 ὁμοίως Παῦλος Κορινθίοις γράφει· «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονι ῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσιν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν». 19.23 δεικνὺς δὲ τὴν ταυτότητα τῆς θεότητος οὐ μόνον ἐνταῦθα πρώτου ἐπιμέμνηται τοῦ πνεύματος, εἶτα τοῦ υἱοῦ καὶ οὕτω τοῦ πατρός, ἀλλὰ καὶ ὁ νῦν εἰρηκὼς τὸν θεὸν τὰ πάντα ἐνεργεῖν, μετ' ὀλίγον ἐπάγει· «ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται», 19.24 σαφῶς καὶ διαρρήδην αὐτὸ θεὸν ὁμοούσιον τῷ πατρὶ καὶ τῷ υἱῷ ἅμα καὶ αὐτεξούσιον παριστῶν. 19.25 Ἔστιν ἀκοῦσαι καὶ τοῦ θεοῦ καὶ πατρὸς παρ' Ἠσαΐᾳ μὲν εἰρηκότος·
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.