De trinitate Unit 6 opening
Unit 6.
Lemma-led open — ταῦτα δὲ εἶπεν Ἠσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ
Greek
ἅγιος κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ». 19.6 Καὶ μεθ' ἕτερά φησιν· «εἶπέν μοι· εἰπὲ τῷ λαῷ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς». 19.7 καὶ μεταξὺ ἄλλων ἐπιφέρει· «καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφίμ» καὶ τὰ ἑξῆς. 19.8 Τὸν ὀφθέντα τοίνυν κύριον Σαβαὼθ καὶ βασιλέα Ἠσαΐας μὲν οὗτος αὐτὸν τὸν θεὸν πατέρα εἶναι οἶδεν. 19.9 Παῦλος δὲ ἐν τῇ βίβλῳ τῶν ἀποστολικῶν πράξεων τὸ ἅγιον πνεῦμα τυγχάνειν ὂν ἀπεφήνατο τοιῶσδε ἀνειπών· «καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπὲ αὐτῷ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε» καὶ τὰ ἑξῆς, ὡς πρόκειται. 19.10 Ἰωάννης δὲ ἐν εὐαγγελίῳ τὸν υἱὸν τοῦ θεοῦ εἶναι διωρίσατο. ἔφη γάρ· «τοσαῦτα σημεῖα πεποιηκότος τοῦ Ἰησοῦ οὐκ ἐδύναντο πιστεύειν, ὅτι εἶπεν Ἠσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπι στρέψωσιν καὶ ἰάσομαι αὐτούς». καὶ εὐθὺς ἐπάγει· «ταῦτα δὲ εἶπεν Ἠσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ», τουτέστιν τοῦ υἱοῦ τοῦ θεοῦ. ταῦτα μὲν δὴ περὶ τούτων ὧδέ πῃ. 19.11 Ἄκουε δὲ καὶ ἕτερα τῆς αὐτῆς δυνάμεως, τοῦ ∆αυῒδ ἐν ψαλμῷ ϟδʹ ἐκ προσώπου τοῦ θεοῦ πατρὸς ᾄσαντος τῇ λύρᾳ τοιῶσδε· «ἐπείρασάν με οἱ 22 πατέρες ὑμῶν καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ. αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. ὣς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου». 19.12 Παῦλος Ἑβραίοις γράφων ἐκ τοῦ αὐτοῦ ψαλμοῦ ἀπὸ τοῦ ἁγίου πνεύματος διορίζεται τόνδε τὸν τρόπον· «καθὼς εἶπεν», φησίν, «τὸ πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη». 19.13 καὶ Στέφανος εἰς τὰς ἀποστολικὰς πράξεις τοὺς Ἰουδαίους ἀπὸ τῆς αὐτῆς ἐντρέπων γραφῆς ἔφη· «σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς». 19.14 Ὁμοίως δὲ ἐξ Αἰγύπτου ὡδηγηκέναι τοὺς Ἑβραίους ὁ μὲν Μωϋσῆς κύριον λέγει. ἐν τῷ δευτερονομίῳ· «κύριος γάρ», φησίν, «μόνος ἦγεν αὐτούς, καὶ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.