Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek
πρὸς μείζονα οὐ πρεσβεύει, ἀλλ' ὡς αὐτοκράτωρ συγχωρεῖ. 26.32 Ματθαῖος δέ, συνεισφέρων καὶ αὐτὸς ταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ θεολογίαις, ἔφη· «οὐδεὶς γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις ἐπιγινώσκει, εἰ μὴ ὁ πατήρ». 26.33 Πῶς τοίνυν οὗτοι φιλονεικοῦσιν ὡς εἰδότες τὸν μὲν πατέρα ἀσύγκριτον, τὸν δὲ υἱὸν αὐτοῦ ἀνόμοιον αὐτῷ, τὴν δὲ οὐσίαν ἀγεννησίαν· οὐδὲν ἐξαίρετον τῇ γνώσει τοῦ θεοῦ πατρὸς καὶ τοῦ μονογενοῦς θεοῦ καταλιμπάνοντες 26.34 οὐδὲ λογιζόμενοι, ὅτιπερ οὐδὲν ἑτεροφυὲς ἴσην τῷ ἑτεροουσίῳ κέκτηται γνῶσιν; 26.35 Παῦλος δὲ ὁμοίως γράφει Τιμοθέῳ μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ· «προστάσσω σοὶ ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, φυλάξαι τὴν παραγγελίαν ἄσπιλον, ἀνεπίληπτον ἕως τῆς ἐπιφανείας τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατὸς καὶ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν καὶ φῶς οἰκῶν ἀπρόσιτον, ὃν οὐδεὶς ἀνθρώπων εἶδεν οὔτε ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ δόξα αἰώνιος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». 26.36 αἱρετικοῖς μὲν γὰρ δέδοκται τῷ πατρὶ μόνῳ διδόναι τό· «ὁ μόνος δυνατὸς καὶ βασιλεὺς βασιλευόντων» καὶ τὰ ἑξῆς. 26.37 ὥσπερ δὲ περὶ ἀμφοῖν τῶν ἀειμνήστων ὑποστάσεων εἶπεν· «προστάσσω σοὶ ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ», οὕτως ἐπ' ἀμφοῖν αὐτῶν ὡς κατὰ ἑνὸς τῇ θεότητι καὶ τὰ ἑξῆς ὕμνησεν. 26.38 οὐ γὰρ ὡς οὗτοι ἠγνόησεν αὐτὸς τό· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», καὶ τό· «ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα», καὶ τό· «οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος», καί· «οὗτος ὁ θεὸς ἡμῶν. οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», καί· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». 26.39 ἀλλὰ καὶ ἀποτείνεται μᾶλλον τὰ ἐκκείμενα πρὸς τὸν υἱόν. ἔχει γάρ· «παραφυλάξαι τὴν παραγγελίαν ἕως τῆς ἐπιφανείας τοῦ κυρίου Ἰησοῦ Χρι στοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνατός». 26.40 δῆλον δ' ὅτι ὁ υἱὸς δείξει τὴν ἑαυτοῦ ἐπιφάνειαν τὸ δεύτερον ἐλευσόμενος. ἐπιτήρει οὖν ὅτι καὶ δόξαν τὴν πρώτην αὐτῷ ἀπονέμει. 26.41 Ῥωμαίοις δέ· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθο ρᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης». 26.42 καὶ ταυτὶ δὲ διὰ τὴν ἰσοτιμίαν πατρὸς καὶ υἱοῦ οὐ ῥέπει πρὸς ποίημα. 26.43 οὐ γὰρ ἐν τῷ γεννητὸν νοεῖσθαι τὸν δημιουργὸν ἡ ἀιδιότης καὶ θειότης αὐτοῦ οὐ γνωρίζεται, τουτέστιν ἡ ἀεὶ καὶ κατὰ ταὐτὰ ἔχουσα θεότης. 26.44 Φιλιππησίοις δέ· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών». 26.45 τί τῆς ἰσότητος ταύτης εὑρίσκεται ἄνισον; οὐχ ἥρπασε γάρ, φησίν, οὐκ ἔλαβε τὸ ἴσον εἶναι τῇ φύσει τῷ θεῷ καὶ πατρί. καὶ δὴ ὁ μὴ ὑπ' ἄλλου κενωθείς, ἑαυτὸν δὲ κενώσας, αὐθέντην δεσπότην ὁμοῦ καὶ ἀίδιον ἑαυτὸν ἐπέδειξεν. 26.46 εἰ γὰρ ἐγένετο ἐν δούλου μορφῇ, ἀναμφίλογον ὡς οὐ διετέλει, πρὶν 26.46 ἢ τοῦτο γένηται, ἐν ποιήμασιν, ἀλλ' ἐν ἐλευθέρᾳ τῇ πατρικῇ φύσει ἦν. ἐπειδὴ μὴ δυνατὸν ἦν ὀφθῆναι, συγκατέβη ἀτρέπτως ἀφαντασιάστως ἕως οἰκέτου μορφῆς. 26.47 καὶ τὰ τοῦ οἰκέτου ἀπώσατο ἄχθη καὶ ζωῆς φαιδροτέρας δέδωκεν ἀρχήν· ὅθεν 28 καὶ ὅστις ἀνάρχως ἦν ἐπεγνώσθη. 26.48 Καὶ τὰ ἄλλα δὲ τὰ ἐπισταλέντα τοῖς αὐτοῖς Φιλιππησίοις, ὅτι ἤδη πως τὸν υἱὸν προὔχοντά τε καὶ ὑπερβάλλοντα σὺν τῷ ἑαυτοῦ πατρὶ ὅσον πρὸς ἀσυνέτους ἀποφαίνει, ἤδη μοι λέλεκται πρόσθεν ἐν κεφαλαίῳ ζʹ. 26.49 κωλύει δὲ οὐδέν, καὶ ἀπὸ τῆς ἀρχαίας τοῦτο συστῆσαι γραφῆς· δεῖ γὰρ μὴ παρέργως κεχρῆσθαι τῇ θεολογίᾳ. 26.50 Λέγει οὖν παρὰ τῷ Ἠσαΐᾳ ὁ θεός· «τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. κἂν πληρώ σητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλή ρεις. λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς ἁμαρτίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν». 26.51 ὁρᾷς τοίνυν, ὅτι καὶ φθάνει φιλανθρωπία τὴν ἀπειλήν, ὅσον οὐδέπω διαλλαττόμενος καὶ μηνιεῖν μακρά, μᾶλλον δὲ μηνιεῖν ὅλως οὐκ εἰδώς. 26.52 καὶ μισεῖ τὰς ἑορτὰς αὐτῶν, ὅ ἐστι τὴν θρησκείαν, ὡς τῆς τελεωτάτης θεογνωσίας ἀπολειπομένην· παρακελεύεται δὲ βαπτισθῆναι ὥστε δέξασθαι τὴν πίστιν πρὸς τὸν περὶ τοῦ βαπτίσματος δεσποτικὸν ὅρον. 26.53 ἐπιστώσατο δὲ ἡμᾶς καὶ ἀλλαχοῦ ὁ Παῦλος ἐπὶ λέξεως ἀνακεκραγώς, μὴ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.