De trinitate Unit 8 opening
Unit 8.
Lemma-led open — 4τὸν υἱόν σου προσένεγκέ μοι θυσίαν
Greek
ἔχειν ἑαυτοῦ μείζονα τὸν υἱόν. 26.54 εἰπόντος γὰρ τοῦ θεοῦ ἐν τῇ Γενέσει πρὸς τὸν Ἀβραάμ· "4τὸν υἱόν σου προσένεγκέ μοι θυσίαν"5 καὶ τοῦτο προθύμως ποιήσαντος καὶ ἐπάγειν ἐπ' αὐτὸν τὴν χεῖρα μαχαίρᾳ ὡπλισμένην μέλλοντος ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου εἰπών· «Ἀβραάμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μήτε ποιήσῃς αὐτῷ μηθὲν κακόν. νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ». 26.55 εἶτα κριοῦ πρὸς τὴν θυσίαν ἀντὶ Ἰσαὰκ εὑρεθέντος καὶ τῆς θυσίας ὑπὸ Ἀβραὰμ πληρωθείσης, τῇ μὲν γνώμῃ διὰ τοῦ παιδός, τῇ δὲ σφαγῇ διὰ τοῦ κριοῦ, «ἐκάλεσεν», φησίν, «αὐτὸν ἐκ δευτέρου ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· κατ' ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ πρᾶγμα καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς». 26.56 Ἦν δὲ οὔτε ὁ πατὴρ οὔτε μὴν λειτουργὸς ἄγγελος. 26.57 οὐ γὰρ ὀμνύει καθ' ἑαυτοῦ λειτουργὸς ἢ εὐλογεῖ ἢ λέγει· «οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ»· οὐδ' ἀποστῆσαι τὴν τῷ θεῷ προσαγομένην τολμᾷ θυσίαν οὐδ' αὖ προσίεσθαι αὐτὴν ἐξουσιάζει· 26.58 ἀλλὰ ἦν ὁ τὴν θυσίαν ζητήσας μονογενὴς θεὸς λόγος χαριζόμενος τὸν μονογενῆ τῷ Ἀβραάμ, ὡς Παῦλος ἑρμηνεύει γράφων Ἑβραίοις οὑτωσί· «τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός»–ἅπερ ἐπηγγείλατό τε καὶ ἐποίησεν–»ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσεν καθ' ἑαυτοῦ λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε». 26.59 καὶ Ῥωμαίοις δὲ τὸν υἱὸν αὖθις καθ' ἑαυτοῦ ὀμνύοντα ἐξηγεῖται· «πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθῶς γέγραπται· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο γήσεται τῷ θεῷ». 26.60 Καὶ τὸ ἐκ δεξιῶν δὲ συγκαθέζεσθαι τῷ πατρί, ἔτι δὲ καὶ τὸ θεοφράστῳ γλώττῃ ἀναφθέγγεσθαι τὸν εὐαγγελιστὴν καθέδραν πρέπουσαν τῷ υἱῷ τὸν πατρικὸν εἶναι κόλπον εἰ μὴ σημαίνει τὸ ταυτούσιον καὶ ὁμότιμον καὶ τὸ χρῆναι σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι αὐτοῦ προσκυνεῖσθαι τὸν μονογενῆ θεὸν καὶ υἱόν, ἀλλά–κατὰ ἄνθρωπον οὐ δέον ἐκδέχεσθαι γρὴ τὰ περὶ θεοῦ γεγραμμένα–μείζων καὶ ἐνδοξότερος κατ' αὐτούς ἐστιν ὁ ἐκ δεξιῶν, ὁ τὸν θεϊκὸν ἄφατον κόλπον ὡς τὸν χερουβικὸν ἔχων πολυῶπα θρόνον. 26.61 ὃ μὴ γένοιτο εἰπεῖν ἐπὶ τῆς ἀρρητοτάτης καὶ γαληνοτάτης τριάδος. 26.62 ὁ μὲν γὰρ ∆αυὶδ ᾄδει περὶ τοῦ πατρὸς ἐν ρθʹ ψαλμῷ· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου»· 26.63 ὁ δὲ Παῦλος Ἑβραίοις ὑφηγεῖται· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν 29 ὑψηλοῖς»· 26.64 ὁ δὲ εὐαγγελιστής· «ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ πατρός, αὐτὸ ἐξηγήσατο». 27.ν Ὁμοίως θεολογία περὶ τοῦ υἱοῦ, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος» καὶ ὅτι «θεὸς μέγας» καί «ἐπὶ πάντων», «πρὸς ὃν οὐ λογισθήσε ται ἕτερος» καί «ἀληθινὸς θεός» καὶ «ζωὴ αἰώνιος» καί «μόνος δεσπότης» καί «μόνος θαυματουργός» καί «ὕψιστος» καί «βασιλεύς» καί «ἐξουσια στής» καί «πάντα ἐν πᾶσι Χριστός» καί τὰ λοιπά. 27.1 Τοσαῦτα μὲν περὶ τούτων ἤρκει· οὐκ ἠρεμοῦσι δὲ οἱ τῶν θείων μύσται καὶ τὰ τῆς προνοητικωτάτης πάντων τριάδος ζηλοῦντες ἄλλ' ἔτι ὑψηλά· καὶ οἷα περὶ τοῦ πατρός, τοιαῦτα καὶ περὶ τοῦ υἱοῦ θεολογοῦσιν, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος» καὶ ὅτι «θεὸς μέγας» καί «ἐπὶ πάντων», «πρὸς ὃν οὐ λογισθήσεται ἕτερος» καί «ἀληθινὸς θεός» καί «ζωὴ αἰώνιος» καί «φῶς τὸ ἀληθινόν» καί «μόνος δεσπότης» καί «μόνος ὕψιστος» καί «μόνος θαυματοποιός» καί «βασιλεὺς μέγας» καί «κύριος πάντων» καί
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.