De trinitate · §u09-rem-mid

Unit 9 rem mid

Rem mid: Unit 9; lemma continues; reading with the letter.

Greek

Ὢ πόσα δύναται πίστις καὶ τὸ ἐξομολογῆσαι υἱὸν ἀληθινὸν εἶναι τοῦ θεοῦ καὶ μὴ κτίσμα τὸν μονογενῆ θεὸν λόγον. 30.9 οὐκ ἐδίστασεν Πέτρος σαρκὶ καὶ αἵματι θεὸν ἐπὶ γῆς ἐμφιλοχωροῦντα ὁρῶν· τοῦτο γάρ ἐστιν ὅτι «σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι»· 30.10 ἐπέγνω δὲ τὸν συμφυᾶ καὶ συναΐδιον κλάδον τοῦ θεοῦ· ἐτίμησεν ἐν τούτῳ τὴν ἀποκαλύψασαν αὐτῷ αὐτογενῆ καὶ ἄναρχον ῥίζαν· ἐπίστευσεν αὐτοῦ τῇ πρὸς τὸν πατέρα τῆς θεότητος ἑνότητι· 30.11 ἐμακαρίσθη ὑπὸ τοῦ μόνου μακαρίου δεσπότου. ᾠκοδομήθησαν ἐπὶ τὴν πέτραν ταύτην αἱ ἐκκλησίαι, ὧντινων «πύλαι ᾅδου», τουτέστιν αἱρετικῶν συλλογισμοί, οὐ περιγένωνται· 30.12 ἐνεχειρίσθη τὰς κλεῖς τῶν οὐρανῶν, ἵνα τοῖς μὲν πιστεύουσιν–ὡς αὐτὸς Πέτρος ἀρτίως ἀποκρινάμενος φαίνεται καὶ ὡς παρὰ τοῦ Χριστοῦ σὺν τοῖς ἄλλοις ἤκουσεν ἀποστόλοις· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ ματος»– ἀνοίξῃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ· 30.13 τοῖς δὲ μὴ οὕτω δοξάζουσιν τὴν τρισμακαρίαν καὶ εὐκταιοτάτην εἴσοδον ἀποκλείσῃ. 30.14 αὐτῷ γὰρ τούτῳ, ᾧ ἐμακαρίσθη, αὐτὸς ἐπὶ τῇδε τῇ δόξῃ ἐδέχθη, ὡς οἱ ἀπεναντίως λέγοντες 35 κατεψέχθησάν τε καὶ ἀπεβλήθησαν. 30.15 Ἀληθεύσας δὴ οὖν υἱὸν τοῦ θεοῦ διωμολογηκὼς αὐτόν, τουτέστιν 30.15 γνήσιον καὶ ὁμοούσιον, παραπλήσια ἤκουσεν· Βὰρ Ἰωνᾶ, ὁ ἑρμηνεύεται· υἱὲ Ἰωνᾶ. 30.16 οὐκ ἦν δὲ πάντως ἑτεροούσιος τῷ τεκόντι αὐτὸν ὁ Πέτρος. 30.17 Πρὸς τούτοις ἔλαβεν ἐξουσίαν, μᾶλλον δὲ καὶ πάντες δι' αὐτοῦ, μὴ ἀπαγορεύειν τοῖς πταίουσιν, ἀλλὰ δέχεσθαι μετανοοῦντας. 30.18 οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ ὁ ταύτην ἐπιτρέψας τῷ Πέτρῳ τὴν αὐθεντείαν, τοῦτο γάρ ἐστιν· «ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς». 30.19 ἔρριψεν ἔκτοτε τὴν Ναυάτου καὶ Σαββατίου ἀπανθρωπίαν· 30.20 Τοῖς προκειμένοις δὲ αὖ ἕπεται καὶ Παῦλος Γαλάταις γράφων· «ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί», 30.21 καὶ Κολοσσαεῦσιν· «εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν», 30.22 καὶ Κορινθίοις· «πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν», 30.23 καὶ Ἐφεσίοις· «καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα». 31.ν Περὶ τοῦ μὴ εἶναι τέλος τῆς βασιλείας τοῦ μονογενοῦς. 31.1 Καὶ ὥστε αἱρετικοὺς λέγοντας, ὅτι μετὰ τὴν γενικὴν ἀνάστασιν ὁ υἱὸς παραδιδόναι μέλλει τὴν βασιλείαν τῷ πατρί, καταισχύνεσθαι, κηρύττουσι τὸ κράτος τοῦ υἱοῦ εἶναι ἀτελεύτητον οὑτωσί· 31.2 Γαβριὴλ μὲν παρὰ Λουκᾷ εὐαγγελιζόμενος τὴν θεοτόκον· «καὶ δώσει», φησίν, «αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασι λείας αὐτοῦ οὐκ ἔσται τέλος». 31.3 καὶ μάλα ἀληθῶς· εἰ γὰρ ἀποκαθίστησιν, ἐν ποίᾳ αὐτοῦ βασιλείᾳ καὶ πότε συμβασιλεύσομεν αὐτῷ; 31.4 Παῦλος δὲ γράφων πρὸς Ἐφεσίους μέν· «πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ». πάντως δὲ λέγει τὴν μετὰ τὴν ἀνάστασιν. 31.5 πότε οὖν λοιπὸν κατ' ἐκείνους παραδίδωσι τὴν βασιλείαν; 31.6 Πρὸς δὲ Τιμόθεον τῇ δευτέρᾳ ἐπιστολῇ· «διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρί νειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον». 31.7 σαφὲς δέ, ὅτι βασιλείαν λέγει ἣν ἔχει ἀδιαίρετον καὶ ἀδιάδοχον μετὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα. 31.8 Πρὸς δὲ Ἑβραίους· «καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». 31.9 ∆αυῒδ δὲ ἐν μδʹ ψαλμῷ· «ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν. διὰ τοῦτο ἔχρισέν σε, θεέ, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». 31.10 ἄθρει καὶ αὖθις τὴν βασιλείαν αὐτοῦ ἀπέραντον καὶ τὴν θεότητα ἄναρχον.

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.