Unit 9 rem early
Rem early: Unit 9; lemma and argument toward the thesis.
Greek
Τοιουτότροπον γὰρ καὶ ἄλλο εἴρηται τῷ αὐτῷ προφήτῃ ἀπὸ τοῦ δεσποτικοῦ προσώπου· «τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι»· ἀντὶ τοῦ· εἴ τις ἔχει δίκαια λέγειν, ὡς ἔργοις ὠχυρωμένος, ἀντενεχθήτω μοι θέλοντι τοῦτο καὶ πλησιασάτω τοῖς λόγοις. 28.16 ἔνιοι δὲ ἀναγινώσκουσι τοιῶσδε· «τίς ὁ κρινόμενός μοι; ἀντί» τοῦτ' ἔστι καταντικρὺ καὶ πόρρω που «στήτω μου» ὡς μὴ ἔχων ἐφόδια καλὰ καὶ διὰ τοῦτο συγκριθῆναί μοι καὶ ἐπιψαῦσαι τοῦ καθαρωτάτου βήματος ἀνάξιος. 28.17 τοῖς γὰρ ἀξίοις, εἰ τυγχάνοιεν τῶν καλῶν, οὐδεὶς φθόνος· αὐτοῖς γὰρ ἡτοίμασται. 29.ν Περὶ τοῦ τὸν υἱὸν τοῦ θεοῦ εἶναι «κριτὴν ζώντων καὶ νεκρῶν» ἄφεσιν ἁμαρ τιῶν παρέχοντα, καὶ ὅτι «ἐν οὐδενὶ ἄλλῳ ἐστὶν ἡ σωτηρία». 29.1 Αὐτὸς γάρ ἐστιν «ὁ κριτὴς ζώντων καὶ νεκρῶν», τουτέστιν δικαίων καὶ ἁμαρτωλῶν, ὁ παρέχων ἄφεσιν ἁμαρτιῶν τοῖς πιστεύουσιν τῷ ὀνόματι αὐτοῦ καὶ σώζων ἡμᾶς ἰδίᾳ δόξῃ καὶ δωρεᾷ. 29.2 καί «ἐν οὐδενὶ ἄλλῳ ἐστὶν σωτηρία», ἐπείπερ τὴν φύσιν ἐστὶν ἵλεως καὶ σωτήρ, εἰς οὐδὲν καταδεέστερος τοῦ ἵλεω καὶ σώζοντος θεοῦ καὶ πατρός, ὡς χρησμῳδοῦσιν αἵ τε ἄλλαι γραφαὶ καὶ μέντοι Μιχαίας λέγων· «τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» 29.3 Καὶ Πέτρος ἐν ταῖς πράξεσιν οὑτωσί· «καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. τούτῳ πάντες οἱ προ φῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν». 29.4 Ἔχομεν αὐτὸν τοίνυν εὐφημηθέντα, ὡρισμένον ὑπὸ 34 θεοῦ διὰ τὴν σωτήριον ἐνανθρώπησιν αὐτοῦ, ἐν ᾗ ἦλθεν «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». δι' ἣν καὶ τό «οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ» γέγραπται· 29.5 κριτὴν δὲ ὡς ἐξῃρημένον τῶν κτισμάτων. 29.6 τὸ γὰρ κτίσμα οὐ κρίνει, ἀλλὰ νόμῳ καὶ κρίσει ὑπόκειται. 29.7 Καὶ πάλιν· «οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουδενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία». 29.8 Ἀλλὰ καὶ καθολικὰ τὸ δεύτερον πέμπει γράμματα, μεταξὺ ἄλλων περὶ αὐτοῦ ἔχοντα καὶ τοῦτο· «ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρε τῇ, δι' ὧν τὰ μέγιστα καὶ τίμια ἡμῖν εὐαγγέλματα δεδώρηται, ἵνα διὰ τού των γένησθε θείας κοινωνοὶ φύσεως». 29.9 ∆ιὸ καὶ Ἰάκωβος ἐν γενικοῖς χαράγμασιν ἔφη· «εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι». 29.10 Τί δὲ πλήθους δεῖ γραφῶν εἰς τοῦτο λοιπόν; καὶ Σαμαρειτῶν παρὰ Ἰωάννῃ τῷ ἀκριβεῖ θεηγόρῳ, εὐγνωμόνων ἀνδρῶν, ἀφιέντων φωνάς· «αὐτοὶ γάρ», φησίν, «ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστός», ὁ λέγων, φησίν, ἠπίως· «θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι». 30.ν Περὶ τοῦ διὰ τὴν ἰσοτιμίαν τῆς τριάδος τὸν πατέρα ἀποκαλύπτειν ἡμῖν τὸν υἱὸν καὶ ἕλκειν ἡμᾶς πρὸς αὐτόν, καὶ πάλιν αὐτὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσάγειν ἡμᾶς τῷ πατρί. ἐν ταὐτῷ καὶ περὶ τῆς ὁμολογίας Πέτρου, καὶ ὅτι ἔστιν μετάνοια. 30.1 Ἵνα γὰρ δι' ὅλων ἀποδειχθῇ τῆς μακαρίας τριάδος τὸ περὶ πάντα ἰσότιμον, ἀποκαλύπτει ἡμῖν τὸν ἴδιον υἱὸν ὁ πατὴρ καὶ ἕλκει ἡμᾶς δι' ἑαυτοῦ πρὸς αὐτὸν καὶ μεθιστᾷ εἰς τὴν βασιλείαν αὐτοῦ· 30.2 καὶ πάλιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα προσάγει ἡμᾶς τῷ θεῷ καὶ πατρί. 30.3 οὐκ ἂν γὰρ εἰς ἑτεροούσιον ἢ μείζονα οὐδ' εἰς ὑποκατερχόμενα ὥσπερ σκῆπτρα τῶν ἑαυτοῦ μετέθηκεν ἡμᾶς ὁ θεός. 30.4 τετελείωκεν γοῦν τὴν παλαιὰν διαθήκην ἡ νέα διὰ τὴν εἰς τὸν υἱὸν καὶ τὸ θεῖον πνεῦμα πίστιν. 30.5 Λέγουσι δὲ ὧδε ὁ μὲν θεὸς πατὴρ ἐν Ἠσαΐᾳ πρὸς τὸν υἱόν· «ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ παροικήσουσίν σοι καὶ ἐπὶ σοὶ καταφεύξονται»· 30.6 ὁ δὲ υἱὸς ἐν Ἰωάννῃ· «οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα». 30.7 καὶ πάλιν πρὸς τὸν Πέτρον εἰπόντα «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος» ἔφη· «μακάριος εἶ, Πέτρε βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πῦλαι ᾅδου οὐ κατισχύ σουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς». 30.8
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.