De trinitate · §u10-rem-mid

Unit 10 rem mid

Rem mid: Unit 10; lemma continues; reading with the letter.

Greek

ἐπιστέλλοντι· «ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα». 34.11 Τοῦτο δὲ τοῦ νομοθετήσαντος Μωυσέως· «ὁ θυσιάζων θεοῖς ἀλλοτρίοις λιθοβοληθήσεται, πλὴν κυρίῳ μόνῳ». 34.12 πρόσφατος δὲ καὶ ἀλλότριος θεὸς ὁ μὴ ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ὢν καὶ ποτὲ μὴ ὑπάρξας. 34.13 Καὶ οἱ λέγοντες «δόξα πατρὶ δι' υἱοῦ ἐν ἁγίῳ πνεύματι» οὐ δοξάζουσι τὸν υἱὸν ἢ τὸ πνεῦμα τοῦ θεοῦ. 34.14 ἄλλῳ γὰρ δι' ἄλλου ἐν ἄλλῳ ἀναπέμπουσι τὴν δόξαν, μᾶλλον δὲ οὐδ' ὁποτέρῳ. 34.15 καὶ παρατιτρώσκουσι τοῦτο μὲν τὸ θέλημα τοῦ πατρὸς λέγοντος· «τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» ἀντὶ τοῦ ἑτεροφυεῖ οὐ δώσω, βουλομένου δὲ τιμᾶσθαι τὸν υἱὸν ὁμοίως αὐτοῦ, τοῦτο δὲ καὶ τὴν παράδοσιν τοῦ υἱοῦ, 34.16 ὅμοια πάσχοντες τῶν Χριστὸν μὲν αὐτὸν τῷ στόματι καλούντων, ταῖς δὲ χερσὶ τυπτόντων καὶ κραζόντων· «προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;» τῶν καὶ λεγόντων οὕτως· «πιστεύομεν ὡς Μωϋσῆς καὶ οἱ προφῆται», αὐτὸν δὲ τὸν προφητευθέντα σταυρωσάντων. 34.17 Ὅτε οὖν καὶ ὁ θεὸς πατὴρ σὺν τῷ μονογενεῖ θεῷ παρακούεται καὶ ἡ εἰς κτίσμα πίστις ἀνωφελής ἐστιν, βλάπτειν μᾶλλον ἢ σώζειν δυναμένη, αὐτοὶ λογιζέσθωσαν, εἰ ἀκίνδυνον ἔχουσι πίστιν τὴν σωτηρίαν ἀρνούμενοι· δεῖ γὰρ σωθῆναι ὀρθῶς πιστεύοντα· καλὸν γάρ, φασί, τὸ σωθῆναι, τἄλλα δέ ἐστιν ἄλλος λόγος. 34.18 Καὶ Μακεδονίου δὲ παῖδες ὡς τοῦ ἁγίου πνεύματος οὕτω καὶ τοῦ μονογενοῦς τὴν δόξαν οὐ σώζουσιν ὁμοιούσιον τῷ πατρὶ καὶ οὐχὶ ὁμοούσιον λέγοντες αὐτὸν ὡς νοεῖσθαι, ὅτι ἄλλης ὁμοίας οὐσίας ἐστίν. 34.19 Ὥστε λείπεται αἱρετικοὺς ἢ ἀμεῖψαι ἐν ταῖς θρησκείαις αὐτῶν τὸ ὄνομα τοῦ πατρὸς ὡς τῇ ἀληθείᾳ παρ' αὐτοῖς οὐκ ὄντος πατρός, ἔτι μὴν καὶ τοῦ μονογενοῦς υἱοῦ, καὶ τοῦ πνεύματος δὲ τοῦ θεοῦ ὡς τοῦτο οὐκ ὄντος–συγγνώτω δὲ ἡμῖν ἡ ἁγία καὶ σεπτὴ καὶ παρ' ἡμῶν δοξαζομένη ὁμοούσιος τριάς–, ἀμεῖψαι δὲ πρό γε πάντων τὸ ἑαυτῶν ὄνομα καὶ μήτε καλεῖσθαι Χριστιανοὺς ἢ πνευματικούς, μήτε διακεῖσθαι ὡς ὄντες αὐτοὶ ἐκεῖνοι ὁμογενεῖς υἱοὶ τῶν ἰδίων πατέρων, ἢ μὴ ἐξαλλάττειν τῆς τοῦ πατρὸς θεότητος καὶ δόξης τὸν ἀληθινὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ. 34.20 ἴδιον γὰρ Ἰουδαίων μὲν τὸ τὸν πατέρα μόνον τιμᾷν, Ἑλλήνων δὲ τὸ πλῆθος δαιμονίων μέγα καὶ μικρὸν καὶ χρονικὸν καὶ ἑτεροούσιον σέβειν. 35.ν Ὅπως χρὴ νοεῖν τὰς θεολογίας τῶν γραφῶν. 35.1 Συναγωνίσασθαι δὲ ὁ ἀνάξιος ἐγὼ ταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος θεολογίαις προήχθην οὐδὲ κατὰ ἔννοιαν παραβλάπτων τὴν περὶ τοῦ θεοῦ καὶ πατρὸς ἄφραστον δόξαν–οὐ γὰρ ἠγνόηται, ὡς εἰ καὶ μὴ πρὸ ἀμφοῖν δεδήλωται τῶν εἰρημένων θείων ὑποστάσεων, ἀλλ' ὅμως ἄμφω αἱ ὑποστάσεις ἐξ αὐτοῦ κατὰ φύσιν συμφυῶς εἰσιν, ἡ μὲν τοῦ υἱοῦ γεννητικῶς, ἡ δὲ τοῦ πνεύματος αὐτοῦ ἐκπορευτικῶς–, ἀλλ' αἱρετικῶν τὰς πανολεθρίους ἐξηγήσεις ἀποσκευαζόμενος καὶ συνιστάμενος, ὅδι δι' ὧν δοκοῦσι παρὰ τὴν γραφὴν πλέον 40 τιμᾶν τὸν πατέρα, διὰ τούτων αὐτόν τε λυποῦσι καὶ τὸν μονογενῆ αὐτοῦ καὶ τὸ πνεῦμα ἐνυβρίζουσιν. 36.ν Καὶ τοῦτο περὶ τοῦ αὐτοῦ. 36.1 Τοὺς τοίνυν ὀρθοδόξους χρὴ εἰδέναι μέν, ὡς καὶ περὶ μικροῦ ἔργου τοῦ θεοῦ–εἰ τολμήσαντα μικρὸν ἔργον ἔστι φάναι θεοῦ–τοῖς διαλαβεῖν ἐθέλουσι χρεία λόγων, καὶ ἔργων πρὸ τῶν λόγων, καὶ πίστεως πρὸ ἀμφοῖν τούτων, καὶ πολλῆς εὐλαβείας καὶ κατανοήσεως ἀκροτάτης, ἵνα διὰ ταῦτα γνῶναι ἀξιωθέντες, ὡς καὶ τὸ μικρὸν οὐχ ἁλώσιμον τῇ διανοίᾳ, ἀλλ' ἀπείρως καὶ αὐτὸ τῶν ἀνθρωπίνων ὑπερφέρει ἐπιβολῶν–εἰ γὰρ τοῦ θεοῦ ἔργον, κἂν μικρὸν δοκῇ, μέγα ὡς θεοῦ· «μικροῖς δὲ τὰ μεγάλα πῶς ἕλοι τις ἂν πόνοισιν; ἀμαθές», φασίν, «καὶ τὸ βούλεσθαι τάδε»–, πολλῷ δὲ μᾶλλον ἡ περὶ αὐτοῦ τοῦ ἀφράστου θεοῦ διάληψις ὑπερβαίνουσα καὶ ἀρχαγγέλων αἴσθησιν τῶν μὲν σφαλερῶν ζητήσεων ἀναχωρήσωσινʹ, γινώσκειν αὐτὰ μόνῳ τῷ θεῷ ἀφιέντες, σὺν τῷ ἀποστόλῳ δὲ εἴπωσιν· «ἐπίστευσα, διὸ καὶ ἐλάλησα»· 36.2 τὰς δὲ θεολογίας τῶν γραφῶν νοεῖν οὑτωσί, ὅτιπερ, ὅταν ἀπὸ ἑνὸς προσώπου λέγουσιν, διὰ τὴν μίαν φύσιν καὶ θέλησιν· ὅταν ἀπὸ ἀμφοῖν, διὰ τὸ δείκνυσθαι τὸ ἰδιοσύστατον τῆς ἁγίας καὶ ἀκηράτου τριάδος· 36.3 ὅταν γὰρ Ἠσαΐας λέγῃ· «ἐγὼ κύριος ἐξέτεινα τὸν οὐρανὸν καὶ ἐστερέωσα τὴν γῆν» καὶ πάλιν· «ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος θεὸς πλὴν ἐμοῦ», διὰ τὴν μίαν θεότητα καὶ συμφωνίαν, ὡς προείρηται· 36.4 ὅταν δόξῃ μὴ μνημονεύεσθαι τὸ ἅγιον πνεῦμα, διὰ τὸ συμπεριέχεσθαι αὐτὸ τῷ θεῷ, οὗ πνεῦμα τυγχάνει ὄν· ὅταν τὴν μυσταγωγίαν

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.