De trinitate · §u10-rem-close

Unit 10 rem close

Rem CLOSEOUT: Unit 10 CLOSEOUT.

Greek

παραδοὺς ὁ δεσπότης λέγῃ· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», διὰ τὸ ἰσότιμον καὶ ἰσοσθενὲς καὶ ὁμοούσιον καὶ τὴν εὐκρινίαν τῶν ὑποστάσεων· ὅταν τὸ νῦν περὶ τοῦ θεοῦ καὶ πατρὸς λεχθὲν ἑτέρωθι περὶ τοῦ μονογενοῦς ἢ τοῦ ἁγίου πνεύματος ἀπομέμνηται, διὰ τὰς προλεχθείσας αἰτίας· 36.5 ὅταν τὰ αὐτὰ ἔργα τὴν αὐτὴν ἐνέργειαν ἀμφοτέρας ποιεῖν τὰς ὑποστάσεις διαφόρως διδάσκωσιν, διὰ τὸ ὡς προείρηται· 36.6 ὅταν ἑκάστης ὑποστάσεως δυναμένης δημιουργῆσαι καὶ πάντα ποιῆσαι εὐδόκησεν ὁ θεὸς καὶ πατὴρ διὰ μὲν τοῦ υἱοῦ καὶ θεοῦ ὑποστῆναι πάντα, διὰ δὲ τοῦ ἁγίου πνεύματος ἁγιασθῆναι, διὰ τὸ ἓν θέλημα τῆς τριάδος καὶ τὸ δείκνυσθαι ἐξ αὐτῆς χορηγεῖσθαι πάντα τὰ καλὰ καὶ διὰ τὸ ἡμᾶς κοινὴν αὐτῇ καὶ ἴσην ἀναπέμπειν εὐχαριστίαν καὶ δοξολογίαν· 36.7 ὅταν τοῖς αὐτοῖς ὀνόμασι κέχρηνται ἐπὶ τῆς μακαρίας τριάδος, οἷον «θεὸς», «κύριος», «ἅγιος», «δίκαιος», «ἀγαθὸς» καὶ ὅσα τοιαῦτα, –πλὴν ὅτι «ὁ πατήρ», μόνος καὶ ἀεὶ πατήρ», καὶ «ὁ ἀληθινὸς υἱὸς καὶ θεός», ἀνάρχως υἱὸς καὶ θεός», καὶ «τὸ ἅγιον πνεῦμα» ἀνάρχως ἓν καὶ τὸ αὐτὸ πνεῦμα τοῦ θεοῦ», –διὰ τὴν τῆς φύσεως καὶ βασιλείας καὶ πάντων κοινωνίαν· τοῦτο δὲ ἐπὶ αὐτῆς μόνης· ὅταν ἐν ἀπορρήτῳ διαλέγωνται, διὰ τὸ ἀεὶ τὸ μυστήριον τῆς πίστεως φυλάττεσθαι μόνοις ἀποκαλυπτόμενον πιστοῖς· ὅταν λέγωσιν τὸν μὲν θεὸν πατέρα γεννήσαντα, τὸν δὲ υἱὸν λόγον γεννηθέντα, τὸ δὲ ἅγιον πνεῦμα ἐκπορευόμενον, διὰ τὸ θεϊκῶς νοεῖν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ἀνάρχως καὶ ἀπαθῶς καὶ μὴ παραπλησίως τῶν κτισμάτων προεληλυθέναι τε καὶ ἡνῶσθαι. 36.8 ὅταν λέγῃ· «ὁ πέμψας με πατὴρ μείζων μού ἐστιν» καὶ ὅσα νενόμισται πρὸς θεότητα εἶναι μικρά, διὰ τὴν δι' ἡμᾶς καὶ ὑπὲρ ὑμῶν ἄρρητον καὶ ἑκούσιον αὐτοῦ οἰκονομίαν. ἐπὶ γὰρ τῆς θεότητος οὔτε τὸ μικρὸν οὔτε τὸ μὴ εἶναι πανταχοῦ χώραν ἔχει. 36.9 ὅταν λέγῃ ὁ υἱὸς ὅτι «ὁ πατήρ μου ἐντολήν μοι δέδωκεν, τί εἴπω καὶ τί λαλήσω, καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλάλησα», περὶ δὲ τοῦ ἁγίου πνεύματος· «ἀφ' ἑαυτοῦ οὐ λαλήσει» καὶ ὅσα τοιαῦτα, διὰ τὴν 41 συμφωνίαν τῶν θείων ὑποστάσεων καὶ διὰ τὸ κοινὰ εἶναι τῆς μακαρίας τριάδος τὰ διδάγματα καὶ χαρίσματα καὶ οὐ διαφωνοῦντα ὡς τὰ τῶν ἀνθρώπων. Περὶ τοῦ τὴν ἁγίαν τριάδα ἀκατάληπτον εἶναι. 1.1 Οἱ σπουδάζοντες εἶναι ναὸς κἂν ποσῶς ἄξιος τοῦ οἰκοῦντος ἐν τοῖς πιστοῖς ἁγίου πνεύματος, ὡς ἅπαξ ἔχοντες ἐλλάμπον αὐτοῖς τὸ ἀπρόσιτον φῶς, δοξάζουσιν, ὡς ὁ δεσπότης ἐν τῇ μυσταγωγίᾳ τοῦ βαπτίσματος ἐθέσπισεν ἰσοτίμως, τόν τε αὐτογενῆ θεὸν καὶ πατέρα καὶ τὸν ἐξ αὐτοῦ συνυπάρχοντα αὐτῷ ἀγαπητὸν καὶ μονογενῆ υἱὸν λόγον καὶ τὸ μνημονευθὲν ἅγιον πνεῦμα τὸ μόνον ἐκ τῆς ὑποστάσεως αὐτοῦ ἀνάρχως καὶ ἀδιαστάτως ἐκπορευθέν· 1.2 τῷ μὲν ὁμοουσίῳ τῆς τριάδος μὴ ἀπιστοῦντες, τρόπον δὲ καὶ διαφορὰν γεννήσεως καὶ ἐκ πορεύσεως οὐ ζητοῦντες· ἐπειδὴ καὶ ταῖς οὐρανίοις λειτουργικαῖς δυνάμεσιν ἄγνωστον, ἄφραστον καὶ φοβερὸν ἐνθυμήσει καθέστηκεν τοῦτο· καὶ τὸ πῶς ἑαυτῇ συνυφέστηκεν ἀνάρχως ἡ ἁγία τριὰς ἔχουσα ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτά· καὶ οἷά τε οὖσα ἐπὶ τοῦ αἰωνίου καθημένη θώκου ἐπιβλέπειν ἀβύσσους καὶ σιωπῶσα ἀκούεσθαι καὶ σιωπώντων ἀκούειν· 1.3 καὶ πρὸ τοῦ πρακτέου ἐπίστασθαι τὸ μέλλον· καὶ λόγῳ, καὶ θᾶττον λόγου καὶ μόνῳ τῷ θέλειν πάντα παραγαγεῖν· καὶ πρὶν διαθρήσῃ τις ἐν τῆς καρδίᾳ μόνον δὲ πιστῶς καὶ δικαίως, τὴν ψῆφον εὐθὺς τὴν ἐπὶ τῇ αἰτήσει παρέχειν· καὶ πᾶσι καιρὸν εἰς εὐεργεσίαν ἁρμόζεσθαι· καὶ βραδείαν μὲν εἶναι εἰς ὀργήν, εἰς εὐποιίαν δὲ ἕτοιμον· καὶ χαλεπαίνειν μὲν δι' ἡμετέραν πλημμέλειαν ἀφιέναι δὲ δι' οἰκεῖαν φιλανθρωπίαν τὴν τιμωρίαν· 1.4 ἔτι γε μὴν ἀκατάληπτον αὐτῆς ἐστιν καὶ τὸ πῶς ἓν ἔχει θέλημα, καὶ λαλεῖ καὶ παρέχει κοινὸν ἑαυτῆς· καὶ ἐπισκέπτεται οὐ μᾶλλον εὐεξίαν σωμάτων, ἀλλ' αὐτὴν συντετριμμένην καρδίαν. 1.5 καὶ μὲν δὴ καὶ τοῦτο, πῶς ὑπάρχει ἀόρατος καὶ σεραφικοῖς ὀφθαλμοῖς ἀπερίληπτος, λόγῳ καὶ τόπῳ ἀχώρητος, δυνάμει ἀμερής, ἀναφής, ἀμεγέθης, ἀμαθής, ἀπλατής, ἀνείδεος· παντεπίσκοπος, παντεπήκοος καὶ πάντων ἐλπίς· φωτὸς οὐρανίου ὑπὲρ τὸ πολὺ φωτεινοτέρα καὶ παντὸς ὕψους, ὅσον οὐκ ἔστιν εἰπεῖν, ὑψηλοτέρα, καὶ παντὸς νοῦ ἀπείρῳ λόγῳ νοητικωτέρα. 1.6 πῶς γὰρ οὐκ ἔμελλεν τὰ τῆς τριάδος πᾶσιν ἀκατάληπτα τυγχάνειν, ὅτε αὐτὴ πάντων ἐστὶ γενεσιουργὸς καὶ ἀνωτάτω πάσης νοερᾶς, ἔτι μὴν καὶ νοητῆς κτίσεως, μεθ' ἣν ἐπέκεινα παντελῶς οὐδέν, πάντα δὲ

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.