Unit 11 rem early
Rem early: Unit 11; lemma and argument toward the thesis.
Greek
αὐτόν, καὶ μόνον εἰδὸς τὰ τοῦ θεοῦ, καὶ ἐπὶ πάντας τυγχάνον, λέγουσι τοιάδε· 2.2 Μωυσὴς μὲν ἐν τῇ γενέσει ἐκ προσώπου τοῦ θεοῦ· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Ἀγγαῖος ὁμοίως ἀπὸ θεϊκῆς φωνῆς· «ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν·» 2.3 Ζαχαρίας ὁμοίως· «πλὴν ἀκούσατε τοὺς λόγους μου, καὶ τὰ νόμιμά μου δέχεσθε, ἃ ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις·» 2.4 Ἠσαίας ἀπὸ τοῦ πατρὸς τὸν υἱόν· «πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ δέδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου·» σπέρμα λέγων αὐτοῦ τοὺς πιστούς, οὓς καὶ εἰς υἱοθεσίαν ἐκάλεσεν. 2.5 καὶ πάλιν ἀπὸ τοῦ υἱοῦ· «πνεῦμα κυρίου ἐπ' ἐμέ.» ἐκπεπεράνθαι σὲ ταῦτα ἐν τῇ οἰκονομίᾳ Ματθαῖος οὕτως εἶπεν· «ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος· "4ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐ δόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν·"5» 2.6 καὶ πάλιν ἀπὸ τοῦ πατρός· «πνεῦμα γὰρ ἐξ ἐμοῦ ἐξελεύσεται.» 2.7 καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ ὕψιστος πατὴρ τὸ μὲν ἡμέτερον πνεῦμα «ὑμῶν» πνεῦμα, τὸ δὲ ἅγιον πνεῦμα ἴδιον ἐξονομάζει, ἅτε ἐξ αὐτοῦ ἐκπορευθὲν κατὰ φύσιν· «καὶ δώσω ὑμῖν καρδίαν καινὴν 43 καὶ πνεῦμα καινόν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν·» 2.8 καὶ ἐν τῷ Ἰωήλ· «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» 2.9 καὶ ταῦτα τετελέσθαι Παῦλος ἔγραψεν Τίτῳ· «ὅτε ἐπεφάνη ἡ χάρις ἡ σωτήριος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀνα γεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώ σεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» 2.10 πότε δὲ ἐξέχεεν; ὅτε ὁ Χριστὸς ἐμφυσῶν ἔλεγεν· «λάβετε πνεῦμα ἅγιον,» εὖ δὲ καὶ τὸ «ἐξέχεεν», ἅτε ὕδωρ ἐξ αὐτοῦ ὁμοουσίως ἐκπορευθὲν καὶ μύρον θεϊκόν, καθὰ εὐκαίρως ἐν τοῖς ἁρμόζουσιν τόποις δειχθήσεται πρὸς ἡμῶν· 2.11 καὶ τὸ «ἐπὶ πᾶσαν σάρκα.» αἱ γὰρ λέξεις αὗται ἐπὶ τῆς ἐν ὁμάδι μεθεκτῆς οὐσίας τῆς ἁγίας τριάδος ἁρμόζουσιν, ἀλλ' οὐκ ἐπὶ κτιστῆς ἀμεθέκτου λογικῆς φύσεως· οὐ γάρ που ἐγράφη οὔτε λέγειν πιθανόν· «ἐκχεῶ ἀπὸ τοῦ ἀρχαγγέλου», ἀλλ' ἀπὸ πνεύματός μου, καὶ οὐδὲ οὕτως ἀπολελυμένως, ἀλλ'· «ἐπὶ πᾶσαν σάρκα». 2.12 καὶ ∆αυὶδ δὲ ἱκετεύων βοᾶ· «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ» καὶ πάλιν· «τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» καὶ Ματθαῖος ἀπὸ τοῦ υἱοῦ· «οὐ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν», ὅ ἐστιν· οὐχ ὑμεῖς οἱ κτιστοί, ἀλλὰ τὸ ἄκτιστον πνεῦμα τοῦ θεοῦ. 2.13 γράφει δὲ καὶ Παῦλος πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ ἐπιστολῇ· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύ ματος αὐτοῦ. τὸ πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἡμεῖς δὲ οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν.» 2.14 τὰ «ἡτοιμασμένα» παρὰ τοῦ θεοῦ ἀγαθὰ εἶπεν, ὅτι «τὸ πνεῦμα» «ἀπεκάλυψεν» ὡς συνδοτήρ· καὶ «τὸ πνεῦμα αὐτοῦ» κατὰ ἀντιπαράθεσιν τοῦ ἡμετέρου πνεύματος. καὶ ἐπασφαλιζόμενος αὖθις τὸ μὴ νομίζεσθαι αὐτὸ ὡς ἄγγελον ἢ ἄλλο πνεῦμα κτιστόν, ἐπήγαγεν· «οὐ πνεῦμα τοῦ κόσμου ἐλάβομεν»–τουτέστιν γενητόν–»ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ»–τουτέστιν ἐξ ὑπολειπομένων, τὸ ἐκ τοῦ θεοῦ τῆς ὑποστάσεως ἐκπορευθέν· καὶ ὡς αὐτὸ μόνον οἶδεν τὰ τοῦ θεοῦ, ὡς κύριος, καὶ ἔχον ὡσαύτως τῇ φύσει πρὸς τὸν πατέρα. ὁ γάρ· «δοῦλος», –ὡς ἐν εὐαγγελίῳ λέγει, –»οὐκ οἶδεν τί ποιεῖ ὁ κύριος αὐτοῦ.» 2.15 οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ἀνθρώπου εἶπεν τὸ κατοικοῦν «ἐν τῷ θεῷ», ἵνα μὴ σύνθετος νομισθείῃ ὁ ἀσύνθετος θεός. 2.16 πρὸς δὲ Ἐφεσίους· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφρα γίσθητε εἰς ἡμέραν ἀναπολυτρώσεως»· 2.17 πρὸς δὲ Ῥωμαίους· «ὑμεῖς οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ»· 2.18 πρὸς δὲ Γαλάτας· «ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον ἀββᾶ ὁ πατήρ»· 2.19 πρὸς δὲ Φιλιππησίους· «οἶδα γὰρ, ὅτι
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.