De trinitate Unit 11 opening
Unit 11.
Lemma-led open — μᾶλλον ὑπ αὐτῇ, καὶ δι αὐτὴν καὶ ὑπὸ πόδας αὐτῆς ὡς ποιήματα; προκατήρξατο γὰρ εὐδοκήσας ὁ
Greek
μᾶλλον ὑπ' αὐτῇ, καὶ δι' αὐτὴν καὶ ὑπὸ πόδας αὐτῆς ὡς ποιήματα; προκατήρξατο γὰρ εὐδοκήσας ὁ πατήρ, ἐδημιούργησεν δὲ ὁ μονογενὴς υἱός, ἡγίασεν δὲ τὸ πνεῦμα τοῦ θεοῦ καὶ τῷ ἁγιασμῷ αὐτοῦ ἐτελείωσεν, ἐφώτισεν, ἐδυνάμωσεν, ἐζωοδότησεν· 1.7 ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ ὅλον ὑπάρχον, καὶ ὑπὸ ὅλων ὅλον μετεχόμενον καὶ χωρούμενον δι' ἀγαθότητα· καὶ μὴ μεριζόμενον, μήτε μετερχόμενον ἢ μεταβαλλόμενον· ἀλλ' ἀεὶ πᾶσιν ἐπιπνέον ὁμοίως, καὶ οὐκ ἐν μέρει, καὶ φυλάττον τὴν οἰκείαν ἄχραντον ἀπὸ τῶν σωμάτων καθαρότητα, πάντα τε θείως καταλάμπον καὶ πανταχοῦ πληθύον ἁγιασμόν, ἀγάπην, εἰρήνην, σοφίαν. χαράν, ἀσφάλειαν καὶ πᾶν ἀγαθόν, ἅτε ἐκ τῆς πατρικῆς ἐνυποστάτως ἔκλαμψαν πηγῆς· 1.8 δι' οὗ καὶ δι' ὃ ἡμῖν πλησιάζει ὁ θεὸς καὶ πατήρ, μεθ' οὗ καὶ ἐν οὐρανοῖς ἐστιν καὶ παρ' ἡμῖν μένει· δυναμένης μὲν ἑκάστης θείας ὑποστάσεως ἀπροσδεῶς πάντα ποιῆσαι τελείως, ἵνα δὲ δειχθῇ τὸ συμπρακτικὸν καὶ ἀπαράλλακτον τῆς τε οὐσίας αὐτῶν τῆς τε προσκυνήσεως καὶ δόξης καὶ εὐχαριστίας τῆς ὀφειλούσης παρ' ἡμῶν γίνεσθαι, διὰ τοῦτο κοινῇ παρὰ τῆς ἁγίας τριάδος τῆς κτίσεως πληρωθείσης. 1.9 παριστῶν γοῦν τὸ τριαδικῶς διακεκοσμῆσθαι τὴν κτίσιν ψάλλει· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» εἶπεν γὰρ «κύριον» μὲν τὸν θεὸν πατέρα, «λόγον» δὲ τὸν μονογενῆ υἱόν, δι' οὗ καὶ 42 παρ' οὗ ἐκτίσθησαν, «πνεῦμα» δὲ τὸ ἐνυπόστατον ἅγιον πνεῦμα τοῦ θεοῦ, παρ' οὗ ἁγιασθέντες ἐνεδυναμώθησαν. 1.10 αὐτὸ γάρ ἐστιν τὸ θεϊκὸν ὄνομα, τὸ παντοκρατορικὸν καὶ ὑπερέχον ἀξίωμα, τὸ σὺν πατρὶ καὶ υἱῷ μνημονευόμενον καὶ συνδοξαζόμενον· τὸ ἁγιαστικὸν καὶ ζωοποιὸν καὶ φωτὸς οὐρανίου μεταδοτικόν· τὸ φρουρητικὸν ἑκάστων τῆς ἐν ταυτότητι διαμονῆς· τὸ προφήταις καὶ ἀποστόλοις ἐνηχῆσαν, καὶ μάρτυρας ἀντιστῆναι τυραννικῇ ὠμότητι ἐνισχύσαν· τὸ ἀνακαινίζον καὶ ἐλευθεροῦν ὡς κύριος, καὶ υἱοὺς θεοῦ ἡμᾶς ποιοῦν ὡς πνεῦμα υἱοθεσίας· τὸ ἀπελαῦνον τῷ φωτίσματι δαιμόνων στίφη, καὶ τὸν ἀντικείμενον καταισχύνον· τὸ ἀναπετάζον ἡμῖν τὰς οὐρανῶν πύλας, καὶ ἄγον ἐπὶ τὴν εἴσοδον τῆς σωτηρίας, καὶ τῆς ἀγγέλων πολιτείας καὶ ὑμνῳδίας ἐργαζόμενον κοινωνούς· 1.11 τὸ γινόμενον ἡμῖν τρίβος ἀποφέρουσα πρὸς αὐτὸν ἐπουράνιον θεὸν καὶ πατέρα· ἡ αὐτεξούσιος καὶ ὑπερβάλλουσα γαληνοτάτη ἐπιφάνεια· ἡ γόνιμος καὶ ἄπειρος καὶ σωστικὴ δύναμις· ἡ ἀμεγέθης καὶ ἀσύγκριτος καὶ σεπτὴ ὑπόστασις· ἡ ἄχραντος καὶ ἔγκριτος καὶ πάναγνος δόξα· ἡ θεία χάρις ἡ τὰ λείποντα ἀναπληροῦσα καὶ τὰ ἀσθενῆ ἰωμένη· ἡ ἄρρητος καὶ ἀίδιος ἀγαθότης· ἡ πηγὴ τῶν ἀνεκλείπτων χαρισμάτων καὶ παντὸς ἀγαθοῦ νοῦ πρόοδος· ἡ μελλόντων καὶ ἀγνώστων ἀληθὴς φανέρωσις· 1.12 ἡ σωτήριος σφραγὶς καὶ τὸ θεῖον χρῖσμα, ὁ ἀρραβὼν τῶν ἀιδίων ἀγαθῶν, παρ' οὗ πᾶσα κτίσις, ὁρατὴ καὶ ἀόρατος, λογικὴ καὶ μὴ λογική, ἐνδυναμοῦται· παρ' οὗ ἡμῖν ἡ θεία ἀναγέννησις καὶ τῶν ἀνομιῶν ἡ ἄφεσις καὶ τῶν ἁμαρτιῶν ἡ ἐπικάλυψις καὶ ἡ πρὸς τὸν θεὸν οἰκείωσις· στέφανός τε δικαίοις καὶ ἀγαθῶν ἀπόληψις· οὐράνιόν τε ἐνδιαίτημα καὶ ζωὴ ἀτηλεύτητος καὶ βασιλείας θεοῦ κληρονομία αἰώνιος· 1.13 οὗτινος τῆς κοινωνίας διὰ τῆς παλιγγεννεσίας ὁ μετέχων τυγχάνει τῶν μνημονευθέντων ἀγαθῶν καὶ πρὸς τὰς καθολικὰς ἐπιστολὰς θείας ἐστὶ κοινωνὸς φύσεως. ὁ γὰρ ἀφθάρτου καὶ ἀιδίου φωτίσματος μετειληφὼς ἀγήρως κατὰ τὸ νοητὸν μένει ἐν νεότητι καὶ ἠπιότητι, καὶ ἐξομοιοῦται τῷ μόνῳ ἔχοντι ἀθανασίαν καὶ φῶς οἰκοῦντι ἀπρόσιτον. 1.14 οἱ γὰρ τῆς ἀρχαίας καὶ νέας διαθήκης ἱερομάνται τῆς ἀνωτάτω μιᾶς θείας θύσεως εἶναι τὸ ἅγιον πνεῦμα ἐπίστανται. αὐτίκα γοῦν μαρτυροῦσιν· 2.ν Περὶ τοῦ τὸ ἅγιον πνεῦμα εἶναι τοῦ θεοῦ· καὶ περὶ αἱρετικῆς ἀντιθέσεως 2.1 Πρῶτον μέν, ὅτι πνεῦμά ἐστι τοῦ θεοῦ καὶ ἐκ τοῦ θεοῦ, εἰ καὶ μὴ μετ'
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.