Unit 12 rem mid
Rem mid: Unit 12; lemma continues; reading with the letter.
Greek
τοῦ μονογενοῦς θεότητος· καὶ ἐκ τῆς τῶν τοιούτων δείκνυται κρίσεως, αὐτὸ τῇ φύσει ἁγιότης καὶ ἀγαθότης καὶ δύναμις ὑπάρχον, ἅτε ἓν ὂν ἐκ τοῦ ἑνός. ἐπεὶ πρὸς τὴν ἐκείνων ἐρισχελίαν οὔτε ὁ ἀγαθώτατος καὶ ἵλεως τὴν φύσιν υἱὸς ἔτι ἀγαθὸς ἔσται· ἐπειδὴ μὴ συνηνωμένον ἔχει τὸ «εἷς θεός». οὔτε μὴν ὁ φιλανθρωπότατος καὶ ὅλος ἵλεως πατὴρ καὶ ὁ υἱὸς ἕξουσιν ἐπίσημα τὰ μνημονευθέντα ὀνόματα τῆς θεότητος· ἀλλὰ καὶ δι' αὐτῶν ὑποβιβασθήσονται οἷον, ὡς ἔθος λαλεῖν αἱρετικοῖς, εἰς τοὺς ὁμωνύμους ἡμᾶς. ἵλαθι δέ, ἁγία τριάς. –ἀλλ' ὁ υἱός, φησίν, συναπογεννηθεὶς ἔμφυτον ἔχει τὴν ἀγαθότητα, καὶ τὰ ἄλλα ὅσα ὁ πατήρ. –ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συνεκπορευθὲν κατὰ φύσιν ἐστὶν ἀγαθόν, καὶ ὅσα ὁ θεὸς πατήρ. 3.30 εἰ μὲν οὖν περὶ τῶν τυχόντων ἢ βιωτικῶν πραγμάτων ἦν αὐτοῖς ἡ διάλεξις, καλῶς ἂν αὐτοῖς ἐσθότε χρεία ἐγίνετο συμπλάσσειν μύθους τινάς, καὶ Ἀριστοτελικῇ δῆθεν δεινότητι καὶ τῇ ἐν λόγοις τέχνῃ, ὡς Εὐνόμιος, περιστρέφειν τὸ πρᾶγμα καὶ συσκιάζειν τὴν ἀλήθειαν· 3.31 νῦν δὲ διδάσκει Παῦλος· «ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε,» καί· «ἡ σοφία τῶν ἀνθρώπων μωρία παρὰ τῷ θεῷ.» καὶ οὐ χρὴ τὰ περὶ τοῦ ἐνδόξου πνεύματος λόγια τὰ μείζονα λογισμῶν ἀνθρωπίνων κατασοφίζεσθαι. οὐ γὰρ βλάπτει ψόγος τὸ ἅγιον πνεῦμα, οὐδὲ περαιτέρω τῆς ἀκοῆς προέρχονται οἱ ὀνειδισμοὶ καὶ τὰ σκώμματα τῶν αἱρετικῶν, οἷς ἐπῆλθε τὸ φαύλως φρονεῖν· ἀλλ' οἱ χρώμενοι τοιούτοις ἀπέραντα πονήσουσιν καὶ πράξουσιν παραπλήσιά πως τοῖς ἐπιχειροῦσιν ἀποσκώπτειν εἰς τοῦτο τὸ φῶς, τὸ ἐκ τοῦ ἀπροσίτου φωτὸς τὴν ἴσχυν ἔχον, καὶ μιαίνειν τοῖς λόγοις αὐτό. 3.32 πιστεύειν δὲ δεῖ τὴν ἐκ τῶν ἁγίων διδασκαλίαν τῆς παρ' ἀνθρώπων πλείονα δύνασθαι τὴν δόξαν ἐμποιεῖν. ἡμῖν τοίνυν ἁρμόζει ἐκείνοις ἐπιμέμφεσθαι τοῦ μὴ δι' ὑπερβολὴν εὐνοίας τῆς περὶ τὴν οἰκείαν αἵρεσιν καθέλκειν τό γε ἐπ' αὐτοῖς τὸ θεῖον εἰς τὰ τῶν κτισμάτων ἀποτελέσματα ταῖς σοφιστείαις, καὶ διὰ τούτων τίκτειν ἀπωλείας ἔρωτα τοῖς ἁπλουστέροις καὶ ἀπειροτέροις, καὶ προάγειν εἰς ἐπιθυμίαν ἁμαρτημάτων μειζόνων. 4.ν Περὶ τῶν λεγόντων αἱρετικῶν· πνεῦμα ὁ θεός· καὶ πῶς τοῦ πνεύματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν; καὶ πάλιν· οἱ ἄγγελοι οὖν, φασίν, οὐκ εἰσὶν ἀπὸ θεοῦ καὶ ἅγιοι καὶ πνεύματα τοῦ θεοῦ; 4.1 Ἀλλ' ἀποπεμπόμενοι μὲν τὰ ἁπλᾶ καὶ εὐθέα καὶ τέλεια καὶ ἀνεπιστημοσύνης ἀναπιμπλῶντες τῶν ἱερῶν λόγων τὴν προαίρεσιν, καθ' ἣν ἐθέλει ὁ θεὸς πατὴρ τὸ πνεῦμα αὐτοῦ συντάττεσθαι αὐτῷ, ὡς τὸν μονογενῆ λόγον, καὶ τὸ ἐξῃρημένον αὐτοῦ ἀπὸ τῆς κτίσεως καὶ ὑπερέχον ἀσφαλίζεται, διὸ καὶ τρισαγιολογεῖται, φασίν· πῶς τοῦ πνεύματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν; 4.2 ὅτι δὲ τοῦτο γέγραπται, δέδεικται· τὸ δὲ πῶς, νοῦ καὶ λόγου τοῦ καθ' ἡμᾶς, ἔτι δὲ καὶ ἀγγέλων γνώσεως ἐπέκεινα τυγχάνει. ὡς γὰρ πατρὸς ὑπάρχοντος αὐτοῦ, ἐγεννήθη ἐξ αὐτοῦ ὁ θεὸς λόγος· οὕτως ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ ἐξεφάνη τὸ ἅγιον πνεῦμα· δείκνυταί τε ἐν τούτῳ μάλιστα τὸ ἀκατάληπτον αὐτοῦ, ἐν τῷ τὸ φαινόμενον καὶ ὂν τῇ κτίσει ἀδύνατον εἶναι παρ' αὐτῷ δυνατόν. ἐπεὶ τίς ἡ διαφορὰ τῆς ἀναιτίου καὶ ζωοποιοῦ φύσεως καὶ τῆς δημιουργηθείσης καὶ ζωοποιουμένης; οὐκ ἐγχωρεῖ δὲ τὸ 49 πνεῦμα μὴ εἶναι ὁμοούσιον καὶ ἰσότιμον ἐκείνου, ἐξ οὗ ἐστιν. διόπερ ἐστὶν καὶ ἅγιον φυσικῶς. 4.3 οἱ οὖν ἄγγελοι, φησίν, οὐκ εἰσὶν ἀπὸ τοῦ θεοῦ καὶ ἅγιοι καὶ πνεύματα τοῦ θεοῦ; ἐκεῖνοί εἰσιν ἀπὸ θεοῦ, καθ' ὃ προστάξει αὐτοῦ γεγόνασιν, ὡς πάντα· ἅγιοι δὲ μετὰ τὸ ἁγιασθῆναι, ὡς οἱ ἄνθρωποι· πνεύματα δέ, καθὸ πρὸς ἡμᾶς ἀσώματοι· 4.4 οὐ κληθέντες πνεύματα τοῦ θεοῦ ἢ ἐκ τοῦ θεοῦ ἢ ἐκπορευόμενα παρὰ τοῦ πατρὸς ἢ θεῖα ἢ πνεύματα ἀληθείας ἢ πνεύματα ἁγιοσύνης· ἀλλ' ἄγγελοι λειτουργοὶ καὶ σώματα οὐράνια διὰ τὸ ἀπείρως ἀπέχειν καὶ ὑφιζάνειν τοῦ ἀκτίστου πνεύματος τοῦ θεοῦ, κατὰ τὸν γράφοντα ἔμπειρον ἀπόστολον· «σώματα ἐπίγεια καὶ σώματα ἐπουράνια». 4.5 ὡς γὰρ οὐ κατ' αὐτοὺς τὰ πνεύματα τῶν ἀνέμων, οὐδὲ αὐτοὶ κατὰ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ. αὐτοὶ γὰρ ἐκτίσθησαν, οὐ μέντοι ἐξεπορεύθησαν ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρός· οὐκ ἀναγεννῶσιν ἡμᾶς, οὐ θεοποιοῦσιν, ἁμαρτίας οὐ συγχωροῦσιν, οὐ ζωοποιοῦσιν, οὐ δημιουργοῦσιν, οὐχ ἁγιάζουσιν, οὐ κρίνουσιν, ἀλλὰ καὶ κρίνονται. «ὑμεῖς» γάρ, φησίν, «καὶ ἀγγέλους κρινεῖτε». 4.6 οὐδ' ἐν αὐτοῖς εἰσιν τῶν οὐρανῶν αἱ δυνάμεις. οὐ τόποις εἰσὶν ἀπερίγραφοι καὶ διαστήμασιν ἀμέτρητοι. ὁ γὰρ Γαβριὴλ λαλῶν τῷ ∆ανιήλ, ἢ εὐαγγελιζόμενος τὴν θεοτόκον
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.