Unit 12 rem close
Rem CLOSEOUT: Unit 12 CLOSEOUT.
Greek
παρθένον, οὐκ ἦν καὶ ἐν οὐρανῷ τῇ οὐσίᾳ, ὡς τῇ διανοίᾳ, ἀλλὰ τότε ἐπὶ γῆς διέτριβεν μόνον. οὐδὲ τοῖς αἰῶσίν εἰσιν ἀπερίληπτοι· «ὁ ποιῶν» γάρ, φησί, «τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» 4.7 οὐχ ἕν τι τῶν γινομένων παρὰ τοῦ ἁγίου πνεύματος ποιοῦσιν, ἀλλὰ καὶ λειτουργοῦσιν αὐτῷ, ὡς ἔδειξεν ὁ ἀρχάγγελος Γαβριήλ, διακονησάμενος πρὸς τὴν θεοτόκον Μαρίαν καὶ εἰπών· «πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ.» οὔτε οὖν ναὸς αὐτῶν ἐστιν ὁ ἄνθρωπος, καθά ἐστιν τοῦ θεοῦ καὶ τοῦ πνεύματος αὐτοῦ καὶ τοῦ μονογενοῦς υἱοῦ. οὐ συμπεριλαμβάνονται μετὰ τοῦ θεοῦ. οὐ μία τίς ἐστιν ὑπόστασις ἀγγελική, ἀλλὰ καὶ δυσαρίθμητος. 4.8 τὸ δὲ ὑπερπάμφαες ἅγιον πνεῦμα συμφυῶς καὶ ἑνοειδῶς ἀπὸ τῆς ἀρρήτου καὶ ὑπερουσίου καὶ προουσίου καὶ καθολικῆς καὶ ἀμόρφου προῆλθεν ἀχρόνως πατρικῆς ὑποστάσεως, καὶ προσηγόρευται θεῖον· ἕν τέ ἐστιν ἀπλήθυντον, ἀγαθόν, ἄφθονον, ἀπρόσιτον, ἀπερίγραφον πάσαις νοήσεσιν, ἀπειροδύναμον, ἀνέκλεκτον, μόνως ὑπάρχον· καὶ φύσει ἅγιόν τε καὶ πνεῦμα τοῦ θεοῦ, καὶ οὐδὲν ὂν τῶν πάντων, ἀλλὰ θεὸς ἐν οὐρανῷ τε ὢν καὶ συνὼν ἡμῖν, αἴτιος πᾶσιν πάντων καλῶν· παρὼν μὲν τοῖς ὅλοις ἀύλως, ἀνειδέως, ἀμετασχηματίστως· 4.9 οὐκ ἐξιστάμενος δὲ τοῦ συνιδρῦσθαι ἀφράστως τῷ πατρί, καὶ ἐξαπλούμενος πάντη καὶ χωρῶν, καὶ ἐν ἅπασιν ἀμιγῶς κατοικῶν· καὶ ταῖς ἐννοίαις ἡμῶν τε καὶ τῶν ἡμῖν ἀοράτων ἐμβατεύων, καὶ ἀκριβῶν ἅπαντα, καίτοι πάντα εἰδώς· καὶ ἀφώνως ἐνηχῶν, καὶ ψυχῶν ἐπακούων ἔνδοθεν σιγῇ κραζουσῶν, καὶ πάσας ἐπὶ πᾶσιν οἰκτείρων ἀμελλητί, καὶ ἐπιρωννύων, καὶ εὐφροσύνην ἄφατον ταῖς ἑκασταχοῦ φύσεσιν ἐνδιδούς· περιέχων τοῦδε τοῦ παντὸς τὴν σύστασιν, καὶ πάντα ἔχων ὑφ' ἑαυτῷ· καὶ θεσπεσίῳ φωτίζων φωτὶ καὶ εὐεργετῶν τῇ ἀπλέτῳ αὐτοῦ ἐνεργείᾳ καὶ ἀγαθότητι· 4.10 τὰ μὲν ἀμείνω τὴν γνώμην ἐπὶ τελειότερον ἄγων σκοπόν, τὰ δὲ χείρω καὶ πλημμελῶς ἀναστρεφόμενα οὐκ ἀποστερῶν τῆς ἑαυτοῦ βασιλικῆς καὶ ὁμονοητικῆς καὶ ἀμερίστου προστασίας, ἀλλ' ἐν ἐφέσει καθιστῶν αὐτὰ καὶ συννοίᾳ τῆς χορηγοῦ τῶν ὁλικῶν ἀγαθῶν ὁμοουσίου τριάδος· καὶ πᾶσι τοῖς καλλιεργοῦσι συλλαμβανόμενος, μετὰ τοῦ πάντων ἐξῃρημένος εἶναι οὕτως, ὅτι ἄλλῳ μὲν τῶν ἀποστόλων διάγοντι ἐν Ἰνδίᾳ, ἑτέρῳ δ' ἐν Σπανίᾳ ἄλλῳ δ' ἐν ἄλλῳ τόπῳ ἕως τῆς ἐσχατιᾶς τῆς γῆς παρ' αὐτοῦ νενεμημένῳ τῆς ἑαυτοῦ ἀπλανοῦς καὶ ἀκιβδήλου μετεδίδου σοφίας· οὐ τῷδε μὲν νῦν, ἑτέρῳ δ' εἰςαῦθις παραγινόμενος, οὐδὲ τῷ μὲν μᾶλλον, τῷ δὲ ἔλαττον ἐπιπνέων, ἀλλ' ἅμα τε καὶ ἑκάστῳ ὁμοῦ καὶ διακεκριμένως ἀεὶ ὁμοίως ἐπιλάμπων, καθὰ καὶ ὁ εἰπὼν κύριος· «μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰ ῶνος.» 4.11 ἐπεὶ μή γε–ἐπειδὴ αὐτοὶ τὴν παρ' Ἰωάννῃ 50 κειμένην θεολογίαν περὶ τοῦ πνεύματος ἔνθα εἶπεν· «πνεῦμα ὁ θεός» μεταφέρουσιν εἰς τὸν θεὸν καὶ πατέρα, λέγοντες διὰ τὸ εἶναι πνεῦμα αὐτὸν οὕτω γεγράφθαι, ἔτι δὲ ἐπειδὴ γέγραπται καί· «πνεῦμα τοῦ προσώπου ἡμῶν Χριστὸς κύριος·» – ἆρα καὶ τὸν παρέρα καὶ τὸν υἱὸν ἅτε πνεῦμα τοῖς ἄλλοις συναριθμήσουσι λειτουργικοῖς πνεύμασιν; εἰ δὲ τοῦτο οὐχ οὕτως, οὐδὲ τὸ ἅγιον πνεῦμα νοεῖται μετὰ τῶν ἄλλων πνευμάτων. ἀρχάγγελος γὰρ οὔκ ἐστιν. ὁ γὰρ Μιχαὴλ καὶ Γαβριὴλ καὶ οἱ κατ' αὐτούς εἰσιν ἀρχάγγελοι· μετ' ἐκείνους δὲ οὐδὲ αἱρετικοὶ εἴποιεν ἂν τετάχθαι τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ. 4.12 ποῦ οὖν λοιπὸν ἢ μετὰ ποίων κτισμάτων τάσσεσθαι δοκιμάζουσιν αὐτό; μετὰ γὰρ τὸν θεὸν φύσιν ἄλλην λογικὴν ἀπὸ γραφῶν οὐκ ἐδιδάχθημεν ἢ τῶν πολλῶν πνευμάτων καὶ καθ' ἡμᾶς σωμάτων. 4.13 ἔτι σοφιστικῶς ἐκ τῶν προκειμένων ἐπάγουσιν· ὁ πατὴρ καὶ ὁ υἱὸς «ἀληθινός», τὸ δὲ πνεῦμα «ἀλήθεια» γέγραπται, ὡς ἀπᾴδοντος τούτου. ἔστιν δὲ ταὐτόν, καθὰ ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, καὶ οὐ διαφέρει τοῦτο ἐκείνου. 5.ν Περὶ τῶν λεγόντων, ὅτι «μονογενοῦς ὄντος τοῦ θεοῦ λόγου, τί τὸ πνεῦμα καλέσομεν;» καὶ περὶ τοῦ μαρτυρεῖσθαι τὸν υἱὸν μονογενῆ. τὸ ἅγιον πνεῦμα ἓν καὶ μόνον· καὶ πάλιν τὸν υἱὸν λόγον· τὸ ἅγιον πνεῦμα, ῥῆμα. καὶ περὶ συγκρίσεως· καὶ περὶ τοῦ μὴ εἶναι παράδειγμα τοῦ ἀσυγκρίτου οὐσίας. 5.1 Πρὸς ταῦτα οἱ ποικιλώτατοι καὶ πολυτροπώτατοι κατὰ τὸν λόγον οὐκ οἶδα, εἰ μὴ καὶ κατὰ τὴν γνώμην, πάντως δὲ ὅτι καὶ τοῦτο οἱ τῆς ἁπλουστέρας καὶ ἀληθεστέρας διδασκαλίας ἀλλότριοι αἱρετικοὶ ἀναστρέφοντες πολλάκις τὰ αὐτὰ ῥήματα, φασίν· «μονογενὴς ἐκλήθη ὁ θεὸς λόγος, ἐπειδὴ τὸ ἅγιον πνεῦμα οὐκ ἐκ τῆς ὑποστάσεώς ἐστιν τοῦ πατρός. ἐπεὶ εἰ αὐτὸς μὲν οὐκ ἂν ἐλέχθη μονογενής, τὸ δὲ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.