De trinitate · §u13-rem-close

Unit 13 rem close

Rem CLOSEOUT: Unit 13 CLOSEOUT.

Greek

πνεῦμα αὐτοῦ παρὰ τῷ Χριστῷ μένει, ἀχώριστον ὂν τῇ θείᾳ φύσει· καὶ ὅτι τὰ θεϊκὰ ἔργα ὑπὸ τῆς ἀρρήτου τριάδος ὁμοφρόνως γίνεται· καὶ καθὰ ὁ πατὴρ ἐν ἰδίᾳ ὑποστάσει ὢν ἐξεικονίζεται ἐν τῷ μονογενεῖ, διὰ τὸ ἀπαράλλακτον τῆς θεότητος, τουτέστιν τῆς οὐσίας· τὸν ἴσον τρόπον καὶ ὁ μονογενὴς ἐν τῷ ἑνὶ ἁγίῳ πνεύματι. πόσα δὲ ἄλλα ἐμφέρεται περὶ τοῦ θεϊκοῦ πνεύματος οὐ διαφέροντα πρὸς τὰ γεγραμμένα περὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, ἐξ ὧν τινα διαφόροις τόποις τοῦδε περιέχεται τοῦ βιβλίου, δι' ὧν ἦλθεν ὁ τοῦ λόγου δρόμος. 5.27 ἐπεὶ μή γ' ἔτι ἐροῦσιν ἀντερωτηθέντες, ὅτι ἐκ τοῦ Ἀδὰμ ἡ Εὔα καὶ οἱ ἐξ αὐτῆς παῖδες; καὶ πῶς οἱ μὲν ἐγράφησαν γεννηθέντες, ἡ δὲ οὔτ' αὐτοῦ παῖς, οὔτ' ἀδελφὴ τῶν τεχθέντων ἐκ λήθη; ὁπότε οὐ δυνατὸν παραδειχθῆναι ἐκ παραβολῆς κτισμάτων τὴν μονάδα καὶ ἀσύγκριτον φύσιν, τὴν ἀθέατον μένουσαν τῷ νῷ, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ἀνεχομένην. κἂν γὰρ μικρά τις ὡσεὶ σκιὰ ὁμοιώσεως οἱονείπως. εὑρεθῇ, φεύγει τὸ πλέον ἀφὲν τὸν παρεκβάλλοντα κάτω που. οὐδαμῶς γὰρ τὸ παράδειγμα ταυτότης εἶναι δύναται· ἐκεῖνα δὲ μόνον λέγειν ἀσφαλές, ἅπερ πρὸς τὰ μέτρα ἡμῶν ἐδίδαξαν αἱ γραφαί. 5.28 ὅτι οὖν ἓν καὶ μόνον εἶναι πνεῦμα τοῦ 54 θεοῦ πατρὸς γέγραπται, διὰ τὸ κεχωρίσθαι μὲν τῇ φύσει τῶν ἄλλων πνευμάτων, συνῆφθαι δὲ τῷ πατρὶ καὶ τῷ υἱῷ αὐτοῦ τῷ λόγῳ τῆς οὐσίας, Παῦλος ὑφηγεῖται γράφων πρὸς μὲν Κορινθίους ἐν τῇ πρώτῃ ἐπιστολῇ· «ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι·» καὶ πάλιν· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται,» καὶ πάλιν· «πάντες ἓν πνεῦμα ἐποτίσθημεν·» πρὸς δὲ Ἐφεσίους· «ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα·» καὶ πάλιν· «σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος·» τουτέστιν· πολλὴν ποιεῖσθαι φυλακὴν τοῦ μὴ χωρίζειν αὐτὸ τῆς ἀνωτάτω ἑνάδος καὶ αὐτοτελοῦς οὐσίας. 5.29 ὅτι δὲ καὶ ῥῆμα ὠνόμασται, μαρτυροῦσιν οὑτωσί· Παῦλος γράφων πρὸς Ἐφεσίους μέν· «ἀναλαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ καὶ θώρακα τῆς δικαιοσύ νης καὶ τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σω τηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.» ἧς τινος μαχαίρας ἐμνημόνευσεν καὶ Ματθαῖος ἐκ προσώπου τοῦ Χριστοῦ εἰπών· «οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν·» οὐ ξίφος λέγων, ἀλλὰ τὴν εἰρήνης ἐπέκεινα τμητικὴν τῶν πεπωρωμένων καρδιῶν τοῦ ἁγίου πνεύματος ἀκατάλεκτον σοφίαν· πρὸς δὲ Ἑβραίους· «φέρων γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.» 5.30 ποίῳ δὲ ῥήματι; προεφήτευσεν ∆αυίδ· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν·» καὶ πάλιν ὁ Παῦλος· «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα·» Πέτρος δέ· «διότι πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν καὶ ἡ εὐπρέπεια αὐτοῦ ἀπώλετο· τὸ δὲ ῥῆμα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα·» ὃν τρόπον περὶ τοῦ υἱοῦ ψάλλει ἐν ριηʹ· «εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» πολλὰ γὰρ περὶ τῶν ἀκροτάτων καὶ θειοτάτων ὑποστάσεων μυστικώτατα παραδίδωσιν. 6.ν Περὶ τοῦ πάντα, ὅσα ἴδια θεότητος, μαρτυρεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος οὕτως· Ἔπειτα οὖν χρησμῳδοῦσιν περὶ τῆς ἀκηράτου καὶ ἀφράστου φύσεως τοῦ ἁγίου πνεύματος οἷα περὶ τοῦ ὅλων κατεξουσιάζοντος θεοῦ καὶ πατρὸς καὶ τοῦ πάντων ἐπέκεινα καὶ πάντων κυρίου υἱοῦ, διὰ τὸ μὴ ἑτεροουσίως ἔχειν μηδὲ δυνάμει καὶ δόξῃ ἐλαττόνως. καὶ οὐδὲν εὑρίσκεται τούτων ἀφ' ἑαυτοῦ ὑπάρχον οὐδενὶ κτιστῷ. ὅπερ γὰρ καὶ ἔχει, φιλοτιμηθὲν παρὰ τῆς ἐν μιᾷ θεότητι τριάδος ἔχει· καὶ πέφυκεν ἕκαστον ἀεὶ ἀφ' ὧν ἐστιν ἐπιγινώσκεσθαι, τί τέ ἐστιν, καὶ τί μή ἐστιν, εἴτε θεὸς ἔφυ, εἴτε κτίσμα. οἷον· 6.1ν ὅτι οὐ κατὰ αἱρετικοὺς πρῶτον κτίσμα ἐστίν. ἀλλὰ θεός· τὸ γὰρ πρῶτον κτίσμα ὁ σατανᾶς τυγχάνει. ἡ κτίσις τὸ εἶναι ἔχει, οὐκ οὖσα τὴν ἀρχήν. ἐδείχθη δὲ ἐν τῷ Ἰὼβ καὶ ποῖον αὐτῆς ἐστιν ἐν λογικοῖς πρῶτον ποίημα· λέγει γὰρ τὸ ψευσάμενον τῷ τρόπῳ τὴν φύσιν διάβολον. τὸ δ' ἅγιον πνεῦμα ὡς «πνοὴ τοῦ παντοκράτορος» κτίσμα εἶναι ἢ ἀρχὴν ὅλως ἔχειν, οὐδαμῇ γέγραπται. οὐδὲ γὰρ ἂν προϋπῆρξεν τοῦ δημιουργικοῦ πνεύματος δημιούργημα, καὶ τοιοῦτο

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.