Unit 13 rem mid
Rem mid: Unit 13; lemma continues; reading with the letter.
Greek
κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρω πον κατοικῆσαι τὸν Χριστόν.» 5.18 ἐκλάβοιμεν δ' ἂν ἐν ὁμοίῳ καὶ ἴσῳ τό· «ἐγένετο λόγος κυρίου πρὸς τόνδε τὸν προφήτην» καὶ τό· «κύριος εἶπεν» καί· «τάδε λέγει κύριος παντοκράτωρ» τῷ ἐν ταῖς πράξεσιν ὑπὸ Πέτρου εἰρημένῳ· «ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον» καὶ τῷ ὑπὸ Παύλου ἐν Ῥώμῃ πρὸς τοὺς Ἰουδαίους· «καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαίου τοῦ προφή του» καὶ τῷ· «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» καί· «τάδε λέγει κύριος παντοκράτωρ». 5.19 ἰσότιμόν τε τῷ· «ὁ θεὸς αἰώνιος» τὸ ὑπὸ Παύλου κηρυχθέν· «ὃς ἑαυτὸν προσήνεγκεν διὰ πνεύματος αἰωνίου.» συγκριτικόν τε τῷ· «οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου» καὶ τῷ· «λάβετε πνεῦμα ἅγιον» τό· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστόν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.» 5.20 ταὐτόν τέ ἐστιν τό· «ὁδηγεῖσθαι ὑπὸ τοῦ ἁγίου πνεύματος πρὸς τὴν ἀλήθειαν,» τουτέστιν τὸ ὁδηγεῖσθαι ὑπὸ τοῦ ἁγίου πνεύματος πρὸς τὴν ἀληθινὴν πίστιν, τῷ ὁδηγεῖσθαι ὑπὸ τοῦ δεσπότου Χριστοῦ θεσπίζοντος· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» καὶ ἰσοσθενὲς τῷ λέγοντι ῥητῷ· «μὴ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» τὸ γράφειν· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» καὶ ὁμοιόλεκτον τῷ· «ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται» τό· «ἐξαποστελεῖς τὸν λόγον σου, καὶ τήξει αὐτά.» 5.21 ἰσάμιλλόν τε τῷ εἰπεῖν· «κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ, ὅτι οὐ ψεύδομαι» τὸ γράφειν· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖ νος μαρτυρήσει περὶ ἐμοῦ·» καί· 53 «τὸ πνεῦμα διαμαρτύρεταί με κατὰ πόλιν λέγον.» ἀπεικασμένον τε τῷ λέγοντι δεσποτικῷ ῥήματι· «ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων,» τό· «οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, κατῆλθον εἰς Σελεύκειαν.» 5.22 καὶ ἴσον τὸ γράφειν· «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λαλοῦντος Χριστοῦ», τῷ γράφειν, ὅτι· «ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος· μὴ ἀνάβαινε εἰς Ἰερου σαλήμ.» συγγενές τε τῷ· «ὁ υἱὸς ζωὴ αἰώνιος» τὸ ὑπὸ αὐτοῦ λεχθέν· «τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. τοῦτο δὲ ἔλεγεν περὶ τοῦ ἁγίου πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν,» καὶ τῷ· «μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν» τό· «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου.» 5.23 καὶ ἔοικεν σφόδρα τὸ ἐν ταῖς πράξεσι τοιῶσδε εἰρημένον· 5.23 «ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήθησαν ἅπαντες πνεύματος ἁγίου», καὶ τὸ ὑπὸ Ἰωάννου λεχθέν· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί» τῷ χρησμῳδηθέντι ὑπὸ μὲν Μωυσέως· «ὁ θεὸς πῦρ καταναλίσκον·» ὑπὸ δὲ Ἠσαίου· «ἰδοὺ κύριος ὡς πῦρ ἥξει.» καὶ συνᾴδει τῷ φάναι· «περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώ ματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ» τὸ γεγράφθαι· «περιτομὴ καρδίας ἐν πνεύματι.» 5.24 καὶ εἰ ἐμπρέπει περὶ τοῦ θεοῦ λέγεσθαι τὴν Πέτρου φωνήν· «μετανοήσει ἕκαστος ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ βαπτισθήτω εἰς τὸ ὄνομα κυρίου Ἰησοῦ, καὶ σω θήσεται·» ἄρα τῷ θεῷ ἀπαράλλακτον τὸ πνεῦμα αὐτοῦ καὶ ἀπὸ τοῦ τὸν δεσπότην τοῖς μαθηταῖς, αὐτοῖς ὀνόμασι φάναι· «ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατε, ὅτι Ἰω άννης μὲν ἐβάπτισεν ὕδατι εἰς μετάνοιαν, ὑμεῖς δὲ βαπτισθή σεσθε ἐν πνεύματι ἁγίου.» οὐδὲν γὰρ ἕτερον τοῦτο δηλοῖ, ἢ ὅπερ καὶ ἡ ἄλλη αὐτοῦ περὶ τὸ φώτισμα μυσταγωγία, ὅτι δὴ τὰ αὐτὰ ἐνεργεῖ καὶ δύναται τὸ ἅγιον πνεῦμα, ἅπερ τοὔνομα τοῦ πατρὸς καὶ τοῦ παιδὸς αὐτοῦ, ἅτε τῆς αὐτῆς ὑπάρχον θεότητος. 5.25 ἀπαράλλακτόν τε τὸ κήρυγμα τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ ἐξ ἴσου σεπτόν, ᾗ Παῦλος Ῥωμαίοις γράφει· «εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκη ρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε.» τὴν αὐτὴν ἔνδειξιν ἔχει καὶ τό· «οὐ γὰρ τολμῶ τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ ἐν δυνάμει σημείων καὶ τερά των, ἐν δυνάμει πνεύματος θεοῦ,» τῷ· «ὁ πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» 5.26 παρατήρει γάρ, ὅτιπερ ὡς ὁ πατήρ, οὕτως καὶ τὸ
About this text
Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.